1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

21

ἑαυτοὺς κατασκευάσαι, πάρεστι καὶ νῦν ἡ χάρις· κἂν πεινᾷ τὰ θηρία, οὐχ ἅψεταί σου τῆς πλευρᾶς. Εἰ γὰρ σῶμα δουλικὸν ἰδόντες ᾐδέσθησαν, τὰ μέλη τοῦ Χριστοῦ θεασάμενοι (τοῦτο γάρ ἐσμεν οἱ πιστοὶ), πῶς οὐχ ἡσυχάσουσιν; Εἰ δὲ οὐχ ἡσυχάσουσι, παρὰ τὴν τῶν ἐμβληθέντων αἰτίαν. Καὶ γὰρ πολλοὶ τοῖς λέουσι τούτοις πολλὴν παρέχουσι δαπάνην, πόρνας τρέφοντες, γάμους διορύττοντες, ἐχθροὺς ἀμυνόμενοι· διὸ πρὶν πρὸς τὸ ἔδαφος ἐλθεῖν, διασπῶνται. Ἀλλ' οὐκ ἐπὶ τοῦ ∆ανιὴλ τοῦτο γέγονεν, ἀλλ' οὐδὲ ἐφ' ἡμῶν, εἰ βουληθείημεν, τοῦτο ἔσται, ἀλλὰ καὶ πλέον τι συμβήσεται τῶν γενομένων τότε. Ἐκεῖ μὲν γὰρ οὐκ ἠδίκησαν οἱ λέοντες, ἡμᾶς δὲ, ἐὰν νήφωμεν, καὶ ὠφελήσουσιν οἱ ἀδικοῦντες. Οὕτω γοῦν ὁ Παῦλος λαμπρὸς ἐγένετο ἀπὸ τῶν ἐπηρεαζόντων καὶ ἐπιβουλευόντων, οὕτως ὁ Ἰὼβ ἀπὸ τῶν πολλῶν πληγῶν ἐκείνων, οὕτως ὁ Ἱερεμίας ἀπὸ τοῦ λάκκου τοῦ βορβόρου, οὕτως ὁ Νῶε ἀπὸ τοῦ κατακλυσμοῦ, οὕτως ὁ Ἄβελ ἀπὸ τῆς ἐπιβουλῆς, οὕτως ὁ Μωϋσῆς ἀπὸ τῶν φονώντων Ἰουδαίων, οὕτως ὁ Ἐλισσαῖος, οὕτως ἕκαστος τῶν μεγάλων ἐκείνων, οὐκ ἀπὸ ἀνέσεως καὶ τρυφῆς, ἀλλ' ἀπὸ θλίψεων καὶ πειρασμῶν λαμπροὺς ἀνεδήσαντο στεφάνους. ∆ιὸ καὶ ὁ Χριστὸς ταύτην εἰδὼς τῆς εὐδοκιμήσεως τὴν ὑπόθεσιν, τοῖς μαθηταῖς ἔλεγεν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Τί οὖν; φησίν· οὐ πολλοὶ περιετράπησαν ὑπὸ τῶν δεινῶν; Οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· ὁ δὲ ποιῶν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, αὐτὸς παρασταίη πᾶσιν ἡμῖν, καὶ χεῖρα ὀρέξειεν, ἵνα λαμπρῶς ἀνακηρυχθέντες, τῶν αἰωνίων ἐπιτύχωμεν στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ.

∆ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας. Αἵ τε γὰρ θήλειαι

αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν 60.416 τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Πάντα μὲν οὖν ἄτιμα τὰ πάθη, μάλιστα δὲ ἡ κατὰ 60.417 τῶν ἀῤῥένων μανία· καὶ γὰρ πάσχει ἐν τοῖς ἁμαρτήμασιν ἡ ψυχὴ μᾶλλον καὶ καταισχύνεται, ἢ τὸ σῶμα ἐν τοῖς νοσήμασι. Θέα δὲ πῶς αὐτοὺς καὶ ἐνταῦθα συγγνώμης ἀποστερεῖ, καθάπερ ἐπὶ τῶν δογμάτων, ἐπὶ μὲν τῶν θηλειῶν εἰπὼν, Μετήλλαξαν τὴν φυσικὴν χρῆσιν. Οὐ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι κωλυθεῖσαι τῆς κατὰ νόμον μίξεως, ἐπὶ τοῦτο ἦλθον, οὔθ' ὅτι οὐκ ἔχουσαι τὴν ἐπιθυμίαν πληρῶσαι, πρὸς τὴν ἀλλόκοτον ταύτην λύσσαν ἐξώκειλαν· τὸ γὰρ μεταλλάξαι, τῶν ἐχόντων ἐστίν· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων διαλεγόμενος ἔλεγε· Μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει. Ἐπὶ δὲ τῶν ἀῤῥένων πάλιν ἑτέρως τὸ αὐτὸ ἐδήλωσεν, εἰπών· Ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας. Καὶ ὁμοίως ἐκείναις καὶ τούτους ἐκβάλλει πάσης ἀπολογίας, κατηγορῶν αὐτῶν, οὐ μόνον ὅτι εἶχον ἀπόλαυσιν, καὶ ἀφέντες ἣν εἶχον, ἐπ' ἄλλην ἦλθον, ἀλλ' ὅτι τὴν κατὰ φύσιν ἀτιμάσαντες, ἐπὶ τὴν παρὰ φύσιν ἔδραμον. ∆υσκολώτερα δὲ τὰ παρὰ φύσιν καὶ ἀηδέστερα, ὥστε οὐδὲ ἡδονὴν ἂν ἔχοιεν εἰπεῖν· ἡ γὰρ γνησία ἡδονὴ ἡ κατὰ φύσιν ἐστίν· ἀλλ' ὅταν ὁ Θεὸς ἐγκαταλίπῃ, πάντα ἄνω καὶ κάτω γίνεται. ∆ιὰ τοῦτο οὐ τὸ δόγμα αὐτοῖς σατανικὸν μόνον ἦν, ἀλλὰ καὶ ὁ βίος διαβολικός. Ὅτε μὲν οὖν περὶ δογμάτων διελέγετο, τὸν κόσμον εἰς μέσον ἔθηκε καὶ τὴν διάνοιαν τὴν ἀνθρωπίνην, εἰπὼν, ὅτι τῇ συνέσει τῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ διὰ τῶν ὁρωμένων ἠδύναντο χειραγωγηθῆναι πρὸς τὸν ∆ημιουργὸν, εἶτα μὴ βουληθέντες, ἔμειναν ἀσύγγνωστοι. Ἐνταῦθα δὲ ἀντὶ τοῦ κόσμου τὴν κατὰ φύσιν τέθεικεν ἡδονὴν, ἧς ἠδύναντο μετὰ ἀδείας πλείονος ἀπολαύοντες καὶ