1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

21

τιμωρίας, τὴν ἐν πολέμῳ σφαγὴν, καὶ τὴν ἐν αἰχμαλωσίᾳ ζωήν· τοὺς γὰρ τὸν πόλεμον δια φυγόντας δορυαλώτους ἀπήγαγον. Ἐπαύξων δὲ αὐ τοῖς τὸ δέος, κελεύει καὶ τὰς θρηνούσας κληθῆναι, καὶ δακρύων ἀφιέναι κρουνούς. Παρεγγυᾷ δὲ καὶ ταῖς γυναιξὶν, ὡς οὐκέτι χώραν ἐχούσης τῆς εὐφρο σύνης, διδάσκειν θρηνῆσαι τὰς θυγατέρας· ἐπάγει δὲ καὶ τῶν θρήνων τὴν αἰτίαν. καʹ. Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν· εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν, τοῦ ἐκτρίψαι νήπια ἔσωθεν, καὶ νεανίσκους ἀπὸ τῶν πλατειᾶν. 81.564 Θυρίδας καλεῖ τῆς πλάνης τὰς ἐπινοίας· δι' ἐκείνων γὰρ τὴν πλάνην ἐδέξαντο, καὶ τὴν διὰ ταύτης ἐπεν εχθεῖσαν πληγήν. Οὐκ ἂν δέ τις ἁμάρτοι θυρίδας τῆς ψυχῆς ὀνομάσας τὰ τοῦ σώματος αἰσθητήρια, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν, καὶ ἁφήν· διὰ τούτων γὰρ δυνατὸν, καὶ ζωὴν, καὶ θάνατον εἰσελθεῖν. Ὁ μὲν γὰρ σωφρόνως βλέπων καρποῦται ζωὴν, ὁ δὲ ἀκολάστως, δρέπεται θάνατον· καὶ ἡ ἀληθεύ ουσα γλῶττα προξενεῖ τῆς ψυχῆς σωτηρίαν, ἡ δὲ ψευδομένη τὸν ὄλεθρον πραγματεύεται· καὶ τ' ἄλλα δὲ ὁμοίως καταμαθεῖν εὐπετές. κβʹ. Τάδε λέγει Κύριος· Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. Πολλῆς ὠφελείας ἔσται πρόφασις τὰ εἰς ὑμᾶς γινόμενα· τοῦτο γὰρ λέγει παράδειγμα· τὸ δὲ, "Ὡς χόρτος ὀπίσω θερίζοντος," δηλοῖ τὸ ἄφατον τῶν νεκρῶν· ἐπειδὴ δὲ ἦσάν τινες ἐν αὐτοῖς, οἱ μὲν αὐχοῦντες ἐπὶ πλούτῳ, οἱ δὲ ἐπὶ σοφίᾳ, ἄλλοι δὲ ἐπὶ ῥώμῃ σώμα τος, παραινεῖ μὴ ἐπὶ τούτοις σεμνύνεσθαι, ἀλλ' ἐπὶ θεογνωσίᾳ, καὶ πράξει δικαίᾳ· ἐπειδὴ δὲ καὶ ἐπὶ τῇ περιτομῇ μέγα ἐφρόνουν, τὴν ὀφρὺν αὐτῶν κατα στέλλων, δείκνυσι καὶ ἄλλα ἔθνη πλεῖστα περιτεμνό μενα· προλέγει δὲ καὶ τὴν ἐσομένην αὐτῶν κλῆσιν καὶ σωτηρίαν. κεʹ, κϛʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὑτῶν. Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ τοὺς υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάν τας τοὺς περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ. Ἰδουμαῖοι μὲν ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, κατὰ τὸν δοθέντα τῷ Ἀβραὰμ περιετέμνοντο νόμον· Ἀμμανῖται δὲ, καὶ Μωαβῖται, ὡς γειτνιάζοντες ἐζήλωσαν τὴν συγγένειαν· οἱ δὲ ἀπὸ τοῦ Ἰσμαὴλ καὶ τῆς Χετούρας, κατὰ τὸν προγονικὸν καὶ αὐτοὶ περιετέ μνοντο νόμον· αὐτοὺς οὖν καλεῖ περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν· εἰώθασι γὰρ τῶν παρειῶν παρατίλλειν τὰς τρίχας· Αἰγυπτίους δὲ ἡ τοῦ λαοῦ προσενοίκησις ἐδίδαξε τὴν περιτομήν· συνῆψε δὲ αὐτοῖς τὸν Ἰούδαν, καταστέλλων τὸν τύφον. Ἐν δέ γε τοῖς ἑξῆς μείζονα αὐτῶν ποιεῖται κατηγορίαν· "Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὑτῶν." ∆ι δάσκει τοίνυν καὶ τὰ παλαιὰ Γράμματα, καὶ τῆς πνευματικῆς περιτομῆς τὸ ὠφέλιμον, καὶ τὸ τῆς σωματικῆς ἀκροβυστίας ἀνείδεον. Οὐ γὰρ τῶν ἀπεριτμήτων ἐθνῶν κατηγόρησεν· ἀλλ' Ἰουδαίων τὸ μὲν σῶμα περιτεμνομένων, ἀπερίτμητον δὲ τὴν καρδίαν ἐχόντων. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. βʹ. Τάδε λέγει Κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Ὁδοὺς ἐθνῶν τὴν παλαιὰν καλεῖ πλάνην· τὴν δὲ ἀστρονομίαν καὶ ἀστρολογίαν, σημεῖα τοῦ οὐρανοῦ κέκληκεν, οἷς ἀκολουθεῖν οὐκ ἐᾷ, ἀλλὰ τῷ τοῦ οὐρανοῦ πιστεύειν ∆εσπότῃ. Κωμ ωδεῖ δὲ καὶ τὴν τῶν εἰδώλων κατασκευὴν, καὶ λέγει τὰ μὲν ἐκ ξύλου, τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου κατ εσκευᾶσθαι καὶ δεῖσθαι σφύρας, καὶ ἥλων, καὶ τῶν ἄλλων ὀργάνων· δεῖσθαι δὲ καὶ τέχνης, καὶ χειρῶν τῶν ταῦτα ἐπισταμένων· καὶ ὅτι τὸ μὲν ἀργύριον ἐκ τῆσδε μεταλλεύεται, τὸ δὲ χρυσίον ἐκ τῆσδε. Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ· ἐπαινεῖται δὲ μάλιστα οὗτος ὁ