1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

22

Πνεῦμα. Ὀρθ. Ὁμολόγησον τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μίαν, ἤγουν τὴν οὐσίαν, καὶ τὴν βουλὴν, καὶ τὴν δύναμιν, καὶ τὴν δόξαν· καὶ τότε μαθήσῃ περὶ τοῦ Πνεύματος. Μακ. Μία θεότης πάλιν ποῦ γέγραπται; Ὀρθ. Ὁμολογεῖς, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, ἢ οὔ; Μακ. Οὕτω γέγραπται. Ὀρθ. Ἄλλην ὁμολογεῖς τὴν θεότητα τοῦ Πατρὸς, καὶ ἄλλην τὴν θεότητα τοῦ Υἱοῦ; Μακ. Ναί. Ὀρθ. Ἡ θεότης οὖν τοῦ Πατρὸς ἐν τῇ θεότητι τοῦ Υἱοῦ; Μακ. Ναί. Ὀρθ. ∆ύο οὖν θεότητες; Μακ. Ὁ Θεὸς καὶ Πατὴρ, καὶ ἡ θεότης αὐτοῦ εἷς Θεός· καὶ ὁ Θεὸς καὶ Υἱὸς, καὶ ἡ θεό 28.1212 της αὐτοῦ, εἷς Θεός· καὶ ἔστιν, ὡς καὶ πάλαι εἶπον, εἷς καὶ εἷς Θεός. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου· «Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων, ἀνήγγειλα, καὶ ἔσωσα, καὶ ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος·» τίνα αὐτῶν εἷς καὶ εἷς εἶναι θέλεις; Μακ. Ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ σώζει. Ὀρθ. Εἷς ἄρα Θεὸς ὁ σώζων Πατὴρ καὶ Υἱός. Μακ. Ὁ αὐτὸς οὖν καὶ Πατήρ ἐστι καὶ Υἱός. Ὀρθ. Μὴ γένοιτο εἰ πεῖν! ἀλλ' ὥσπερ οἱ ἐν Χριστῷ κατηρτισμένοι εἷς ἐσμεν, οὐ συγκεχυμένων τῶν ὑποστάσεων, ἀλλὰ τῷ λόγῳ τῆς συμφωνίας καὶ τῆς φύσεως, ἤγουν οὐσίας· οὕτως Πατέρα καὶ Υἱὸν ἕνα Θεὸν λέγω τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς συμφωνίας. Μακ. Καὶ ἡμεῖς λέγομεν μίαν συμφωνίαν. Ὀρθ. Εἰπὲ καὶ θεότητα, καὶ σώθητι. Μακ. Μίαν θεότητα οὐ λέγω. Ὀρθ. Ἐὰν ἀκούσῃς πάλιν τοῦ Θεοῦ ἐν τῷ αὐτῷ προφήτῃ λέγον τος, «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ' ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη· οἱ λόγοι μου οὐκ ἀπογραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,» τίνα λέγεις τῶν εἷς καὶ εἷς εἰρηκέναι; Μακ. Τὸν Υἱόν· ὁ γὰρ Ἀπόστολος λέγει, ὅτι «Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος ὁ Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ὀρθ. Μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Μακ. Πῶς; Ὀρθ. Λέγει γάρ· «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.» Ἢ γὰρ γενόμενος ἄφρων, ἐρεῖς, ὅτι οὐκ ἔστι Θεὸς ὁ Πατήρ· ἢ ὁμολογῶν Θεὸν τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, καὶ ἀκούων αὐτοῦ λέγοντος, «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος,» μίαν θεότητα ὁμολογήσεις, καὶ οὐ κινδυνεύσεις. Μακ. Ἐγὼ μίαν θεότητα οὐ λέγω. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς τοῦ προφήτου ἐκ προσώπου πάντων τῶν ἁγίων λέγοντος, «Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδ' οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν, πλὴν σοῦ,» τί ἐρεῖς πρὸς αὐτούς; Μακ. Τὸν Υἱὸν λέγει. Ἄλλον γὰρ οὐκ εἴδομεν εἰ μὴ τὸν ἐνανθρωπήσαντα Υἱόν. Ὀρθ. «Ὁ δὲ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα.» Μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Μακ. Μίαν θεότητα οὐ λέγω. Ὀρθ. Ἐὰν λέγῃ ὁ Θεὸς ἐν τῷ αὐτῷ προφήτῃ, «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ ἐπερχόμενα,» τίνα λέγεις τῶν εἷς καὶ εἷς εἰρηκέναι; Μακ. Τὸν Πατέρα. Ὀρθ. Τὸν Υἱὸν οὖν οὐ λέγεις Θεόν; Μακ. Εἶπον Θεὸν ἐκ Θεοῦ. Ὀρθ. Εἰ τοίνυν Θεὸς ὁ Πατὴρ, καὶ Θεὸς ὁ Υἱὸς, λέγει δὲ ὁ Θεὸς, «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ ἐπερχόμενα·» μία ἄρα θεότης. Μακ. Κἂν πλείονα εἴπῃς, ἐγὼ μίαν θεότητα εἰπεῖν οὐ πείθομαι. Ὀρθ. Εἰ μή ἐστι μία θεότης Πατρὸς καὶ Υἱοῦ, ἄλλη ἐστὶ θεότης τοῦ Πατρὸς, καὶ ἄλλη θεότης τοῦ Υἱοῦ. Μακ. Καὶ πάνυ. Ὀρθ. Ἄλλη δὲ καὶ ἄλλη θεότης οὐκ εἰσὶνεἷς Θεός. Μακ. Οὐ γὰρ λέγω ἕνα Θεὸν Πατέρα καὶ 28.1213 Υἱόν. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς τοῦ προφήτου λέγοντος, «Οὕτω λέγει Κύριος σαβαώθ· Ἐκοπίασεν Αἴ γυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἀκολουθήσου σιν ὀπίσω σοι δεδεμένοι χειροπέδαις, καὶ προσκυνή σουσί σοι. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ,» τίνα λέγεις εἰρηκέναι ταῦτα; Μακ. Τὸν Υἱόν. Ὀρθ. Εἰ δὲ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ προσκυνήσουσιν ἐν αὐτῷ προσευχόμενοι, ἀληθινός ἐστι Θεός; Μακ. Ναί. Ὀρθ. Προσκυνοῦντες δὲ αὐτῷ οὐκ ἀλλοτρίῳ Θεῷ προσκυνοῦμεν, οὐδὲ δύο Θεοῖς· γέ γραπται γάρ· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ δὲ προσκυνοῦντες αὐτῷ, καὶ τῷ Πατρὶ Κυρίῳ τῷ Θεῷ προσκυνοῦμεν, καὶ αὐτῷ μόνῳ λατρεύομεν· μία ἄρα θεότης