1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

22

χρῆται τῇ λοιδορίᾳ ταρασσομένους καὶ ἀπίστους ἀποκαλῶν τοὺς τῇ εὐαγγελικῇ φωνῇ ἀνεξετά στως προσέχοντας, ἥ φησιν Εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα. τούτοις δὲ προστίθησι τὴν ἰδίαν λέξιν ἔχουσαν οὕτως. Καὶ οὐ μνημονεύουσι, φησίν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ τοῦ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. τί ἂν ἐξεύροι τις τοιοῦτον εἰπεῖν; οὐ λέγω τούτων τινὰ τῶν ἐπὶ αἱρέσει κατεγνωσμένων· ἀλλ' οὐδ' αὐτὸν οἶμαι τὸν ἀσεβείας τε καὶ τοῦ ψεύδους πατέρα εὑρεῖν τι τῶν εἰρημένων εἰς βλασφημίαν δεινότερον. ἆρα οἶδεν ὁ λογογράφος ἃ φθέγγεται; ὁ θεὸς ἐξ οὐρανοῦ καταβὰς τὸ ἴδιον τῆς θεότητος θέλημα παραγράφεται καὶ οὐ βούλεται εἰς ἔργον ἐλθεῖν, ὅπερ βούλεται. οὐκοῦν μεμέρισται τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τὰ θελήματα. καὶ πῶς ἂν εἴη κοινὸν ἐπ' ἀμφοτέρων τὸ θέλημα; πῶς δ' ἂν ἡ τῆς φύσεως ταυτότης τῇ διαφορᾷ τῶν θελημάτων ἐμφαίνοιτο; ἀνάγκη γὰρ πᾶσα σύνδρομον εἶναι τῇ φύσει τὴν βούλησιν, καθώς φησί που ὁ κύριος· Οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· καρπὸς δ' ἂν εἴη φύσεως ἡ προαίρεσις, ὥστε ἀγαθῆς μὲν ἀγαθὴν εἶναι, κακῆς δὲ τοιαύτην. εἰ οὖν διάφορος ἐπὶ πατρὸς καὶ υἱοῦ ὁ 3,1.180 καρπὸς τοῦ θελήματος, διάφορον ἐξ ἀνάγκης εἶναι καὶ τὴν ἑκατέρων φύσιν ὁμολογήσουσιν. τί οὖν πολεμεῖται ὁ Ἄρειος; τί δὲ οὐκ αὐτομολοῦσι πρὸς τὸν Εὐνόμιον, ὃς διαιρῶν τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τὴν φύσιν συνδιατέμνει τῇ φύσει τὴν βούλησιν καὶ διὰ τοῦτο μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον, τῷ ὑποβεβηκότι πρὸς τὸ προέχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον; Πάλιν δὲ τὸ παρ' αὐτοῦ ῥηθὲν ἀναλάβωμεν.

Οὐ μνημονεύουσι, φησίν, ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται, οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζου σιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. ποῖον θέλημα φησὶν ὁ λογογράφος; ὃ βούλεται δηλαδὴ μὴ γενέσθαι ὁ κύριος λέγων πρὸς τὸν πατέρα Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. ἆρα συνίησιν, οἵᾳ περι πέπτωκεν αὐτῷ ὁ λόγος ἐναντιότητι; ἐγγίζει τὸ πάθος καὶ ὅσον οὔπω μέλλει ὁ προδότης ἐφίστασθαι μετὰ τοῦ πλήθους καὶ τότε γίνεται ἡ τοιαύτη εὐχή. ὁ εὐχόμενος ἄνθρωπος ἢ θεός, εἰ θεὸν εἶναι τὸν εὐχόμενον οἴεται, ἴσην αὐτῷ πρὸς τοὺς ἀνθρώπους ἐνορᾷ τὴν ἀσθένειαν. πῶς οὖν θεὸς ὁ μηδὲν οἴκοθεν ἀγαθὸν ἔχων, ἀλλὰ τῆς ὑπερκειμένης συμμαχίας δεόμενος; εἶτα καὶ πῶς καταγινώσκει ἡ θεότης τοῦ ἰδίου θελήματος; ἀγαθὸν ἦν ἢ κακόν, ὃ ἠβούλετο; εἰ μὲν γὰρ ἀγα θόν, διὰ τί οὐκ εἰς πέρας ἄγεται ὃ ἠβούλετο; εἰ δὲ κακόν, τίς πρὸς τὸ κακὸν τῇ θεότητι ἡ οἰκείωσις; ἀλλ' ὅπερ ἔφην, ὅτι οὐ συνίησιν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον. εἰ γὰρ τοῦ μονογενοῦς ἐστι θεοῦ ἡ φωνὴ ἡ λέγουσα Μὴ τὸ ἐμὸν θέλημα γινέσθω, ἀλλὰ τὸ σόν, αὐτὸς ὁ λόγος περὶ ἑαυτὸν ἀεὶ διά τινος ἐναντιότητος στρέφεται καὶ οὐδαμοῦ τὸ στά 3,1.181 σιμον ἔχει. ὁ γὰρ μὴ βουλόμενος τὸ ἴδιον θέλημα γενέσθαι, αὐτὸ τοῦτο βούλεται πάντως, τὸ μὴ γενέσθαι ὃ βούλεται. πῶς οὖν ἡ εὐχὴ πρὸς πέρας ἀχθήσεται λέγοντος, ὅτι τοῦτο θέλω, ἵνα ὃ θέλω μὴ γένηται; πρὸς τοὐναντίον πάντως τοῦ σπουδαζομένου περιτραπήσεται καὶ ἀμηχανήσει καθ' ἑκάτερον ὁ τῆς τοιαύτης ἐπαΐων εὐχῆς. ὅπερ γὰρ ἂν ποιήσῃ, πρὸς τὸ ἀβούλητον τῷ εὐχομένῳ περιτρέπει τὴν ἔκβασιν. ποιήσει τὸ θέλημα τοῦ εὐχομένου; ἀλλ' ἡ εὐχή ἐστι τὸ μὴ γενέσθαι ἃ βούλεται. μὴ ποιήσῃ ὃ βούλεται; ἀλλ' ὁ εὐχόμενος βούλεται γενέσθαι αὐτῷ, ὃ μὴ βούλεται· ὥστε κατὰ πάντα τρόπον πάντῃ μεταλαμβανόμενον ἀστατήσει τὸ νόημα αὐτὸ ἑαυτῷ μαχόμενον καὶ ὑφ' ἑαυτοῦ καθαιρούμενον. Τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτο ἂν παρα μυθία, ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾶν πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης ἀσθενείας ἐστί, καθώς φησι καὶ ὁ κύριος τὸ πνεῦμα πρόθυμον εἶναι λέγων, ἀσθενῆ δὲ τὴν σάρκα· τὸ δὲ ἀνέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος τῆς θείας ἐστι καὶ βουλῆς καὶ δυνάμεως. ] Επειδὴ τοίνυν ἄλλο τὸ