1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

22

μείζονος τῆς εὐφροσύνης, ἀπηλλάχθαι αἰσχύνης· ἀλλ' οὐκ ἠθέλησαν· ὅθεν καὶ συγγνώμης ἁπάσης εἰσὶν ἐκτὸς καὶ εἰς αὐτὴν τὴν φύσιν ὑβρίσαντες· καὶ τὸ δὴ τούτων ἀτιμότερον, ὅταν καὶ γυναῖκες ταύτας ἐπιζητῶσι τὰς μίξεις, ἃς ἀνδρῶν μᾶλλον αἰδεῖσθαι ἐχρῆν. Ἄξιον δὲ θαυμάσαι καὶ ἐνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς εἰς δύο πράγματα ἐμπεσὼν ἐναντία, ἀμφότερα ἤνυσε μετὰ πάσης ἀκριβείας. Ἐβούλετο γὰρ καὶ σεμνῶς εἰπεῖν, καὶ δακεῖν τὸν ἀκροατήν· ταῦτα δὲ ἀμφότερα οὐκ ἐνῆν, ἀλλὰ θάτερον ἐμποδίζει θατέρῳ. Ἂν μὲν γὰρ σεμνῶς εἴπῃς, οὐ δυνήσῃ καθικέσθαι τοῦ ἀκούοντος· ἐὰν δὲ βουληθῇς καθάψασθαι σφοδρῶς, ἀνάγκην ἔχεις ἀπογυμνῶσαι σαφέστερον τὸ λεγόμενον. Ἀλλ' ἡ συνετὴ καὶ ἁγία ψυχὴ μετὰ ἀκριβείας ἀμφότερα ἴσχυσεν, ἐν τῷ τῆς φύσεως ὀνόματι καὶ τὴν κατηγορίαν αὐξήσας, καὶ ὥσπερ παραπετάσματί τινι ταύτῃ χρησάμενος εἰς τὸ σεμνὸν τῆς διηγήσεως. Εἶτα τῶν γυναικῶν καθαψάμενος πρότερον, καὶ ἐπὶ τοὺς ἄνδρας πρόεισι, λέγων· Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας· ὅπερ ἐσχάτης ἐστὶν ἀπωλείας δεῖγμα, ὅταν ἑκάτερον ᾖ τὸ γένος διεφθαρμένον, καὶ ὅ τε διδάσκαλος τῆς γυναικὸς εἶναι ταχθεὶς, ἥ τε βοηθὸς τοῦ ἀνδρὸς κελευσθεῖσα γενέσθαι, τὰ τῶν ἐχθρῶν εἰς ἀλλήλους ἐργάζονται. Σκόπει δὲ πῶς καὶ ἐμφαντικῶς χρῆται ταῖς λέξεσιν. Οὐ γὰρ εἶπεν, ὅτι ἠράσθησαν καὶ ἐπεθύμησαν ἀλλήλων, ἀλλ' Ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Ὁρᾷς, ὅτι ἀπὸ πλεονεξίας τὸ πᾶν τῆς ἐπιθυμίας, οὐκ ἀνασχομένης εἴσω τῶν οἰκείων ὅρων μένειν; Πᾶν γὰρ τὸ ὑπερβαῖνον τοὺς παρὰ Θεοῦ τεθέντας νόμους, τῶν ἀλλοκότων ἐπιθυμεῖ, καὶ οὐχὶ τῶν νενομισμένων. Ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυμίαν ἀφέντες, 60.418 γῆν σιτοῦνται καὶ λίθους μικροὺς, καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατεχόμενοι σφοδροῦ, καὶ βορβόρου πολλάκις ἐπιθυμοῦσιν· οὕτω καὶ ἐκεῖνοι πρὸς τὸν παράνομον τοῦτον ἐξεβράσθησαν ἔρωτα. Εἰ δὲ λέγεις, Καὶ πόθεν ἡ ἐπίτασις τῆς ἐπιθυμίας αὕτη; Ἀπὸ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως. Ἡ δὲ ἐγκατάλειψις τοῦ Θεοῦ πόθεν; Ἀπὸ τῆς τῶν ἀφέντων αὐτὸν ἀνομίας· Ἄῤῥενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. βʹ. Μὴ γὰρ ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι Ἐξεκαύθησαν, τῆς ἐπιθυμίας μόνης εἶναι νομίσῃς τὸ νόσημα· καὶ γὰρ τὸ πλέον τῆς αὐτῶν ῥᾳθυμίας ἐστὶν, ἣ καὶ τὴν ἐπιθυμίαν ἀνῆψε. ∆ιὰ τοῦτο οὐκ εἶπε, Παρασυρέντες, ἢ Προληφθέντες, ὅπερ ἀλλαχοῦ φησιν, ἀλλὰ τί; Κατεργαζόμενοι. Ἔργον ἔθεντο τὴν ἁμαρτίαν, καὶ οὐχ ἁπλῶς ἔργον, ἀλλὰ καὶ ἐσπουδασμένον. Καὶ οὐκ εἶπεν, Ἐπιθυμίαν, ἀλλ' Ἀσχημοσύνην, κυρίως· καὶ γὰρ καὶ τὴν φύσιν ᾔσχυναν, καὶ τοὺς νόμους ἐπάτησαν. Καὶ ὅρα πολλὴν τὴν σύγχυσιν ἐξ ἀμφοτέρου τοῦ μέρους γινομένην. Οὐ γὰρ ἡ κεφαλὴ μόνη κάτω γέγονεν, ἀλλὰ καὶ οἱ πόδες ἄνω, καὶ πολέμιοι ἑαυτῶν καὶ ἀλλήλων ἐγένοντο, χαλεπήν τινα καὶ παντὸς ἐμφυλίου πολέμου παρανομωτέραν εἰσάγοντες μάχην καὶ πολυσχιδῆ καὶ ποικίλην. Καὶ γὰρ εἰς τέσσαρα ταύτην διεῖλον εἴδη κενὰ καὶ παράνομα· οὐ γὰρ διπλοῦς καὶ τριπλοῦς, ἀλλὰ καὶ τετραπλοῦς οὗτος ὁ πόλεμος ἦν. Σκόπει δέ· Ἔδει τοὺς δύο ἕνα εἶναι, γυναῖκα καὶ ἄνδρα λέγω· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ἐποίει δὲ τοῦτο ἡ τῆς ὁμιλίας ἐπιθυμία, καὶ συνῆπτε τὰ γένη πρὸς ἄλληλα. Ταύτην ἀνελὼν ὁ διάβολος τὴν ἐπιθυμίαν, καὶ ἐφ' ἕτερον μετοχετεύσας τρόπον, ἀπέσχισεν οὕτως ἀπ' ἀλλήλων τὰ γένη, καὶ ἐποίησε τὸ ἓν δύο γενέσθαι μέρη, ἀπεναντίας τῷ τοῦ Θεοῦ νόμῳ· ὁ μὲν γάρ φησιν, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ τὴν μίαν εἰς δύο διεῖλεν. Ἰδοὺ πόλεμος εἷς. Πάλιν αὐτὰ τὰ δύο μέρη ταῦτα καὶ πρὸς αὐτοὺς καὶ πρὸς ἀλλήλους ἐξεπολέμωσεν· αἵ τε γὰρ γυναῖκες γυναῖκας ὕβριζον πάλιν, οὐκ ἄνδρας μόνον, οἵ τε ἄνδρες κατά τε ἀλλήλων ἵσταντο, καὶ κατὰ τοῦ γυναικείου γένους, καθάπερ ἐν νυκτομαχίᾳ τινί· εἶδες δεύτερον καὶ τρίτον πόλεμον, καὶ τέταρτον καὶ πέμπτον; Ἔστι καὶ ἕτερος· μετὰ γὰρ τῶν εἰρημένων καὶ εἰς τὴν φύσιν αὐτὴν παρηνόμησαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι αὕτη μάλιστα συνάγει τὰ γένη ἡ ἐπιθυμία, τὸν δεσμὸν ἐσπούδασε διακόψαι, ὥστε οὐ