23
ἀνθρώπινον βούλημα καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος· ἐπάγει δὲ τὴν δευτέραν φωνήν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. θέλων. ὁ γὰρ εἰπὼν μὴ τὸ ἐμὸν τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε· προσθεὶς δὲ τὸ σὸν ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεό τητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως· τὸ γὰρ τοῦ πατρὸς εἰπὼν θέλημα καὶ τὸ τοῦ υἱοῦ ἐνεδείξατο. τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους θέλειν σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὅπερ οὐκ ἦν 3,1.182 ἄλλως γενέσθαι μὴ τοῦ θανάτου καταποθέντος τοῦ πρὸς τὴν ζωὴν ἐμποδίζοντος. τὰ δὲ ταπεινὰ τῆς ἀνθρωπίνης δειλίας καὶ ῥήματα καὶ πάθος οἰκειοῦται ὁ κύριος, δεικνὺς ὅτι ἀληθῶς ἦν περὶ αὐτὸν τὸ ἡμέτερον, ἐκ τῆς τῶν παθημά των κοινωνίας τὴν φύσιν πιστούμενος. Ἀλλ' οὐκ ἦν, φησὶν ὁ Ἀπολινάριος, ἀνθρώπου τοῦ ἐκ γῆς, ὡς αὐτοὶ νομίζουσιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ τὸ εἰς ἕνωσιν αὐτοῦ προσ ειλημμένον. ἐν τούτοις δὲ τὸ μὲν ἄτονόν τε καὶ ἀσήμαντον τῆς ἑρμηνείας παράγει τῆς κατὰ τὸν νοῦν ἀκολουθίας τὸ τοῖς γεγραμμένοις ἑπόμενον, πλὴν οὐ παντελῶς ἀποκέκρυπται ἡ διάνοια τῇ συγχύσει τῆς λέξεως. οὐκ ἀνθρώπου, φησί, τοῦ ἐκ γῆς εἰσιν αἱ περιπαθεῖς ἐκεῖναι φωναί, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ.
Μέχρι τούτου δῆλον ἐκ τῶν εἰρημένων τὸ βούλημα, ὅτι τὴν θεότητα ἐμπαθῆ εἶναι κατασκευάζει. εἶτα συγχεῖ τῇ ἀτοπίᾳ τῆς λέξεως τὴν διάνοιαν. εἰπὼν γὰρ ὅτι θεοῦ τοῦ καταβάντος ἐξ οὐρανῶν προστίθησι τὸ εἰς ἕνωσιν αὐτοῦ προσειλημμένον, ὡς ἄν τις ἐπὶ τὸ σαφέστερον μεταβαλὼν τὸν λόγον εἴποι, ὅτι οὐκ ἄνθρωπος ἦν ὁ λαλῶν, ἀλλὰ θεὸς διὰ τοῦ ἀνθρώπου ἐφθέγγετο ὁ εἰς τὴν ἑαυτοῦ ἕνωσιν προσλαβὼν τὸ φαινόμενον. πόθεν οὖν προσελήφθη ἐκεῖνος ὁ ἄνθρωπος; ἐκ γῆς; οὔ φησιν. ἐν οὐρανοῖς δὲ γένος ἀνθρώπων οὐκ ἔστι. Λείπεται τὸ μηδαμόθεν λέγειν, ᾧ συγκατασκευάζεται τὸ δόκησιν τὸ φαι νόμενον εἶναι καὶ οὐκ ἀλήθειαν· τὸ γὰρ μηδαμόθεν ὂν οὐδὲ ἔστιν ὅλως. ἀλλ' ἐξ ὧν παρέθετο λόγων, ἐξ οὐρανοῦ κατα βεβηκέναι τὸν ἄνθρωπον λέγει. καὶ μὴν ἐπὶ γῆς ἡ Μαρία καὶ ἐν γῇ τὸ σπήλαιον καὶ γηΐνη ἡ φάτνη. καὶ πῶς ἡμῖν οὗτος οὐρανόθεν ἄνθρωπον ἐπὶ τὴν γῆν μετοικίζει; πάσης γὰρ ὁμο λογούσης <τῆς> γραφῆς τὴν παρθένον, τὸν τόκον, τὴν σάρκα, 3,1.183 τὰ σπάργανα, τὴν θηλήν, τὴν φάτνην, τὴν ἀνθρωπίνην δια σκευήν, οὗτος πάντα καταλιπὼν ἕτερον ἄνθρωπον ἄρριζον καὶ ἀσυναφῆ πρὸς τὴν ἡμετέραν φύσιν ἀναπλάσσει τῷ λόγῳ.
Ἀλλ' ὅσας διὰ μέσου λοιδορίας τοῖς λόγοις συμπλέκων διὰ τούτων οἴεται κρατύνειν τὴν ἀτοπίαν τοῦ δόγματος, δι' ὧν ἂν σφοδρότερον ἡμῶν ταῖς βλασφημίαις καθικνῆται, παριδεῖν οἶμαι χρῆναι τόν γε νοῦν ἔχοντα καὶ τῇ ἀκοῇ τῶν ἐντυγχανόντων ἐπιτρέψαι τὴν κρίσιν, τίνες οἱ παραχαράκται τῆς ἀποστολικῆς εἰσι πίστεως, ἡμεῖς οἱ κατὰ τὴν τοῦ Παύ λου φωνὴν γνόντες μὲν κατὰ σάρκα Χριστὸν νῦν δὲ οὐκ ἔτι γινώσκοντες ἢ ὁ πάντοτε καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἰκονομίας καὶ μετὰ τοῦτο τὸν σάρκινον ἑαυτοῦ θεὸν περι φέρων τῷ λόγῳ. προστίθησι δὲ τὴν παρὰ τῶν Ἰουδαίων γεγενημένην κατ' αὐτοῦ βλασφημίαν, τὸ φάγον αὐτὸν λέγεσθαι παρ' ἐκείνων καὶ οἰνοπότην, καί φησιν ἀναγκαῖα εἶναι ταῦτα ἐπὶ τοῦ ἀνθρώπου. τίς οὖν ὁ ἄνθρωπος ὁ παρὰ τῶν Ἰουδαίων ἐπὶ τῇ βρώσει τε καὶ τῇ πόσει ὀνειδιζόμενος, μετέχων τού των ἢ ἀμέτοχος ὤν; ἀλλ' εἰ μὲν μὴ μετεῖχε, δόκησις ἦν· εἰ δὲ μετεῖχε, γήϊνον τὸ μετεχόμενον· τὸ δὲ οὐράνιον διὰ τῶν γηΐνων οὐ τρέφεται. ὢ τῆς τῶν ἀτόπων ἐναντιότητος! πῶς ἐν τῷ αὐτῷ τοῖς ἐναντίοις καταβάλλεται πτώμασιν! νῦν μὲν λέγει κρείττονα τῆς ἀνθρωπίνης φύσεως εἶναι τὸν σωματικῶς προφαινόμενον, πάλιν δὲ καὶ τῶν ἀνθρώπων καταδεέστερον δείκνυσιν, ἠκρωτηριασμένον τῷ κρείττονι. τῶν γὰρ ἐν ἡμῖν τὸ ὑπερέχον ἐστὶν ἡ διάνοια, ἧς ἄμοιρον εἶναι τὴν σάρκα