23
πλοῦτος, αὕτη τῶν ἁμαρτημάτων μου ἡ δαπάνη, τὸ συνεχῶς διὰ τοιούτων ὁδεύειν πειρασμῶν, καὶ ἐπάγεσθαί μοι τούτους παρ' ὧν οὐδαμῶς προσεδόκησα. Ἐπειδὴ γὰρ ἐμέλλομεν ἐπιβαίνειν τῆς Καππαδοκῶν χώρας, ἀπαλλαγέντες τοῦ Γαλάτου, κἀκείνου δὲ σχεδὸν θάνατον ἡμῖν ἀπειλήσαντος, πολλοὶ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπήντων λέγοντες ὅτι «Ὁ κύριος Φαρέτριος ἀναμένει σε καὶ πανταχοῦ μετέρχεται, μὴ ἀποτύχῃ τῆς συντυχίας σου, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε σε ἰδεῖν καὶ περιπτύξασθαι καὶ πᾶσαν ἐπιδείξασθαι ἀγάπην· καὶ τὰ μοναστήρια ἀνδρῶν καὶ γυναικῶν ἐκίνησεν». Ἐγὼ δὲ ταῦτα ἀκούων τούτων μὲν οὐδὲν προσεδόκων, ἀλλὰ τἀναντία ἀνετύπουν παρ' ἐμαυτῷ· τῶν μέντοι ταῦτα ἀπαγγελλόντων οὐδενὶ τούτων οὐδὲν ἔλεγον. 9.2 Ἐπειδὴ δὲ ἐπέβην ὀψέ ποτε τῆς Καισαρείας, κατειργασμένος, τεταριχευμένος, ἐν αὐτῇ τῆς φλογὸς τῇ ἀκμῇ τοῦ πυρετοῦ κείμενος, ἀλύων, τὰ ἔσχατα πάσχων, ἐπέτυχον καταγωγίου πρὸς αὐτῇ τῆς πόλεως τῇ ἐσχατιᾷ κειμένου καὶ σπουδὴν ἐποιούμην ὥστε καὶ ἰατροῖς συντυχεῖν καὶ τὴν κάμινον ἐκείνην σβέσαι· ἦν γὰρ αὐτὴ ἡ ἀκμὴ τοῦ τριταίου. Καὶ προσῆν καὶ ἡ τῆς ὁδοῦ ταλαιπωρία, ὁ κάματος, ἡ συντριβή, ἡ τῶν θεραπευσόντων ἐρημία, ἡ τῶν ἐπιτηδείων ἀπορία, τὸ μηδένα παρεῖναι ἡμῖν ἰατρόν, τὸ καμάτῳ καὶ θάλπει καὶ ἀγρυπνίαις καταταθῆναι, καὶ σχεδὸν αὐτονεκρὸς ὢν εἰσῆλθον εἰς τὴν πόλιν. Τότε δὴ παρεγένοντο ὁ κλῆρος ἅπας, ὁ δῆμος, μονάζοντες, μονάστριαι, ἰατροί, πολλῆς ἀπήλαυον θεραπείας, πάντων πάντα ἡμῖν διακονουμένων, ὑπηρετουμένων. Ἀλλὰ καὶ οὕτως πολλῷ τῷ κάρῳ τῆς φλογὸς κατεχόμενος, ἐν ἐσχάτοις ἤμην δεινοῖς. Τέλος κατὰ μικρὸν ἔληγε καὶ ἐλώφα τὸ νόσημα. Ὁ δὲ Φαρέτριος οὐδαμοῦ· ἀλλ' ἀνέμενεν ἡμῶν τὴν ἔξοδον, οὐκ οἶδα τί δόξαν αὐτῷ. Ἐπειδὴ τοίνυν εἶδον ἠρέμα λωφῆσαν τὸ κακόν, ἐβουλευόμην λοιπὸν περὶ ἀποδημίας, ὥστε ἐπιλαβέσθαι τῆς Κουκουσοῦ καὶ μικρὸν ἀναπαύσασθαι τῶν τῆς ὁδοῦ συμφορῶν. Καὶ ἐν τούτοις ἡμῶν ὄντων, ἀπαγγέλλονται ἀθρόον Ἴσαυροι πλῆθος ἄπειρον κατατρέχοντες τὴν Καισαρέων χώραν καί τινα κώμην μεγάλην ἐμπρήσαντες καὶ τὰ ἔσχατα διαθέντες. Τοῦτο ἀκούσας ὁ τριβοῦνος, λαβὼν τοὺς στρατιώτας οὓς εἶχεν ἐξῆλθεν. Ἐδεδοίκεισαν γὰρ μὴ καὶ τῇ πόλει προσβάλωσι καὶ πάντες ἦσαν ἐν φόβῳ, πάντες ἐν ἀγωνίᾳ, περὶ αὐτοῦ τοῦ ἐδάφους τῆς πατρίδος κινδυνεύοντες, ὡς καὶ αὐτοὺς τοὺς πρεσβύτας τὴν φυλακὴν τῶν τειχῶν μεταχειρίζεσθαι. Ἐν τούτοις τῶν πραγμάτων ὄντων, ἀθρόον ὑπὸ τὴν ἕω δροῦγγος μοναζόντων-οὕτω γὰρ δεῖ εἰπεῖν καὶ τῇ λέξει τὴν μανίαν αὐτῶν ἐνδείξασθαι- ἐπέστησαν τῇ οἰκίᾳ ἔνθα ἦμεν, ἀπειλοῦντες αὐτὴν καίειν, ἐμπιμπρᾶν, τὰ ἔσχατα ἡμᾶς διατιθέναι, εἰ μὴ ἐξέλθοιμι. Καὶ οὔτε ὁ τῶν Ἰσαύρων φόβος, οὔτε ἡ ἀρρωστία οὕτω σφοδρῶς ἐπικειμένη, οὔτε ἄλλο οὐδὲν ἐποίησεν ἐπιεικεστέρους αὐτούς, ἀλλ' ἐπέκειντο τοσούτου θυμοῦ πνέοντες ὡς καὶ αὐτοὺς φοβηθῆναι τοὺς ἐπαρχικούς. Καὶ γὰρ καὶ αὐτοῖς ἠπείλουν πληγὰς καὶ ἐκαλλωπίζοντο ὡς καὶ ἤδη πολλοὺς αἰσχρῶς τυπτήσαντες ἐπαρχικούς. Ταῦτα οἱ ἐπαρχικοὶ ἀκούσαντες κατέφυγον εἰς ἡμᾶς, παρεκάλουν τε καὶ ἐδέοντο ὅτι «Κἂν εἰς Ἰσαύρους μέλλωμεν ἐμπίπτειν, ἀπάλλαξον ἡμᾶς τῶν θηρίων τούτων». Ἀκούσας ὁ ἡγεμὼν κατέδραμεν ἐπὶ τὴν οἰκίαν βουλόμενος ἡμῖν βοηθῆσαι. Οὐδὲ ἐκείνου παρακαλοῦντος ἠνέσχοντο οἱ μονάζοντες, ἀλλὰ καὶ αὐτὸς ἠσθένησεν. Ὁρῶν τοίνυν τὰ πράγματα ἐν ἀπορίᾳ πολλῇ καὶ οὔτε τολμῶν ἡμῖν συμβουλεῦσαι εἰς φόνον φανερὸν ἐξελθεῖν, οὔτε πάλιν ἔνδον μένειν διὰ τὴν τοσαύτην ἐκείνων μανίαν, ἔπεμψε πρὸς τὸν Φαρέτριον παρακαλῶν ὀλίγων ἐνδοῦναι ἡμερῶν, διά τε τὴν ἀρρωστίαν, διά τε τὸν ἐπικείμενον κίνδυνον. Καὶ οὐδὲ οὕτως ἐγένετό τι πλέον, ἀλλὰ καὶ τῇ ἑξῆς σφοδρότεροι παρεγένοντο καὶ τῶν πρεσβυτέρων οὐδεὶς ἐτόλμα παραστῆναι καὶ βοηθῆσαι, ἀλλ' αἰσχυνόμενοι καὶ ἐρυθριῶντες -κατὰ γὰρ γνώμην Φαρετρίου ἔλεγον