1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

23

διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι διακέησθε· αὐτὸς γάρ ἐστιν ὁ παθὼν, αὐτὸς ὁ πρεσβεύων· ἢ τοῦτό φησιν, ὅτι Ἐμὲ τὸν μάλιστα πάντων διώκτην διὰ τοῦτο εἴασε διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύσσων· ἢ οἰκονομίαν φησὶν, ὅτι Οὐκ ἔργα ἐζήτησεν οὐδὲ πράξεις οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα. Οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. Εἰς ὑμᾶς, φησὶ, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ. Περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους τῷ εἰπεῖν, Πληρῶσαι. Τὸ γὰρ ἔθνη ἀπεῤῥιμμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ' οἰκονομίας τῆς τοῦ Θεοῦ· Ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα, φησί. ∆είξας δὴ τὸ μεῖζον, τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα, τότε τὸ σαφέστερον ἐπάγει, ὅτι Καὶ τοῦτο τοῦ Θεοῦ 62.328 ἐστι, τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς. Καὶ δείκνυσιν ἐνταῦθα [οὐ] φανερῶς, ὅτι Καὶ τοῦτο οἰκονομίας, τὸ νῦν λεχθῆναι, ὅτι δύνασθε ἀκούειν, ἀλλ' οὐκ ἀμελείας, ἀλλ' ὥστε δεκτικοὺς γενέσθαι. Ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ, ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν. Καὶ τοῦτο αἴτιον τοῦ νῦν παραγενέσθαι τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Οὕτω καὶ δείκνυσιν ἐν τῷ Εὐαγγελίῳ ὅτι διὰ τοῦτο τοὺς δούλους ἀπέστειλε πρώτους, ἵνα μὴ ἐπὶ τὸν φόνον ἔλθωσι τοῦ υἱοῦ. Εἰ γὰρ οὐδὲ μετὰ τοὺς δούλους ἐλθόντα τὸν υἱὸν ᾐδέσθησαν, πολλῷ μᾶλλον πρὸ τούτου· εἰ τῶν ἐλαττόνων οὐκ ἤκουον προσταγμάτων, πῶς τῶν μειζόνων ἤκουσαν ἄν; Τί οὖν φησιν; Οὐκ εἰσὶν Ἰουδαῖοι καὶ νῦν, καὶ Ἕλληνες ἀτελέστερον διακείμενοι; Τοῦτο λοιπὸν ὑπερβολὴ ῥᾳθυμίας. Τὸ γὰρ μετὰ τοσοῦτον χρόνον, μετὰ τοσαῦτα διδάγματα ἔτι μένειν ἀτελεῖς, πολλῆς νωθείας ἐστίν. γʹ. Ὅταν οὖν λέγωσιν Ἕλληνες, ∆ιὰ τί νῦν ἦλθεν ὁ Χριστός; μὴ τοῦτο ἀφῶμεν λέγειν αὐτοὺς, ἀλλ', εἰ μὴ κατώρθωσεν, ἐρωτῶμεν. Ὥσπερ γὰρ εἰ καὶ παρὰ τὴν ἀρχὴν ἦλθε καὶ μὴ κατώρθωσεν, οὐκ ἤρκει ἡμῖν πρὸς ἀπολογίαν ὁ καιρός· οὕτως, ἐπειδὴ κατώρθωσεν, οὐκ ἂν εἴημεν δίκαιοι τοῦ καιροῦ τὰς εὐθύνας ὑπέχειν. Οὐδὲ γὰρ ἰατρόν τις τὴν νόσον λύσαντα καὶ ἐπὶ ὑγείαν ἀγαγόντα ἀπαιτεῖ τῆς ἰατρείας τὰς εὐθύνας, οὐδὲ στρατηγὸν νενικηκότα τις ἐξετάζει, διὰ τί τῷδε τῷ καιρῷ, καὶ διὰ τί ἐν τῷδε τῷ τόπῳ. Ταῦτα γὰρ, μὴ κατορθώσαντος, ἦν ἐρωτᾷν· κατορθώσαντος δὲ, καὶ ἀποδέχεσθαι. Τίς γὰρ, εἰπέ μοι, ἀξιοπιστότερος; ὁ σὸς λογισμὸς καὶ ἡ συκοφαντία, ἢ ἡ τοῦ πράγματος τελειότης; ἐνίκησεν, ἢ οὐκ ἐνίκησε; τοῦτο δεῖξον· ἐκράτησεν, ἢ οὐκ ἐκράτησεν; ἐξήγαγεν εἰς τέλος ἅπερ εἶπεν, ἢ οὔ; Αὗταί εἰσιν αἱ εὐθῦναι. Εἰπὲ δή μοι, Θεὸν πάντως ὁμολογεῖς εἶναι, εἰ καὶ μὴ Χριστόν; ἐρωτῶ δή σε· ἄναρχος ὁ Θεός; Πάντως ἐρεῖς. Εἰπὲ δή μοι, διὰ τί μὴ πρὸ μυρίων ἐτῶν τοὺς ἀνθρώπους ἐποίησε; πλείονα γὰρ ἔμελλον ζήσεσθαι χρόνον. Εἰ γὰρ καλὸν τὸ εἶναι, πολλῷ μᾶλλον τὸ ἐπιπλεῖον εἶναι. Νῦν δὲ ἐζημιώθησαν ὃν οὐκ ἐγένοντο χρόνον; Ἀλλ' οὐκ ἐζημιώθησαν· τὸ δὲ πῶς, αὐτὸς οἶδεν ὁ πεποιηκώς. Πάλιν σε ἐρωτῶ, διὰ τί μὴ πάντας ἀθρόον ἐποίησεν, ἀλλ' ἡ μὲν τοῦ δεῖνος ψυχὴ τοῦ πρώτου γενομένου τοσαῦτα ἔτη ἔχει οὖσα, ἡ δὲ ἑτέρα ἠλάττωται ἡ μηδέπω γενομένη; διὰ τί τὸν μὲν πρῶτον, τὸν δὲ ὕστερον ἐποίησεν εἰς τόνδε παραχθῆναι τὸν κόσμον; καὶ τοιαῦτα ὄντως ζητήσεως ἄξια, ἀλλ' οὐ πολυπραγμοσύνης· τοῦτο γὰρ οὐδὲ ζητήσεως. Ἐγὼ δὲ ἐρῶ τὴν αἰτίαν ἥνπερ εἶπον· ὑπόθου γάρ μοι τὴν ἀνθρωπίνην φύσιν ὥσπερ μίαν τινὰ ἡλικίαν, καὶ τοὺς μὲν πρώτους χρόνους μειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡμέτερον, τοὺς δὲ μετ' ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου. Λοιπὸν ὅταν ἡ ψυχὴ ἀκμάζῃ, τῶν τοῦ σώματος μελῶν χαλασθέντων, καὶ τοῦ πολέμου λυθέντος, τότε ἤχθημεν ἐπὶ τὴν φιλοσοφίαν. Καὶ μὴν τοὐναντίον, φησί· μειράκια ὄντα διδάσκομεν, ἀλλ' οὐ τὰ μεγάλα δόγματα, ἀλλὰ ῥητορείαν, ἀλλὰ δεινότητα λόγων· ταῦτα μὲν οὖν, ὅταν ἀκμάζοντα γένηται. Ὅρα καὶ τὸν Θεὸν ταῦτα ποιοῦντα ἐπὶ τῶν Ἰουδαίων.