23
τῷ μὴ σπείρεσθαι μόνον κατὰ νόμον τὸ γένος διαλῦσαι, ἀλλὰ καὶ τῷ πρὸς ἀλλήλους ἐκπεπολεμῶσθαι τὸ γένος καὶ στασιάζειν. Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ὅρα πῶς πάλιν ἐπὶ τὴν πηγὴν ἔρχεται τοῦ κακοῦ, τὴν ἀσέβειαν τὴν ἀπὸ τῶν δογμάτων, καὶ μισθὸν τοῦτον εἶναί φησι τῆς παρανομίας ἐκείνης. Ἐπειδὴ γὰρ περὶ γεέννης καὶ κολάσεως λέγων, νῦν οὐκ ἐδόκει πιστὸς εἶναι τοῖς ἀσεβέσι καὶ οὕτω ζῇν προαιρουμένοις, ἀλλὰ καὶ καταγέλαστος, δείκνυσιν ἐν αὐτῇ τῇ ἡδονῇ ταύτην τὴν κόλασιν οὖσαν. Εἰ δὲ οὐκ αἰσθάνονται, ἀλλ' ἥδονται, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ οἱ μαινόμενοι καὶ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ πολλὰ ἑαυτοὺς ἀδικοῦντες, καὶ ἐλεεινὰ πράσσοντες, ἐφ' οἷς αὐτοὺς ἕτεροι δακρύουσι, γελῶσι καὶ ἐντρυφῶσι τοῖς γινομένοις αὐτοί. Ἀλλ' οὐ διὰ τοῦτό φαμεν αὐτοὺς ἀπηλλάχθαι κολάσεως, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἐν χαλεπωτέρᾳ εἶναι τιμωρίᾳ, ὅτι οὐδὲ ἴσασιν ἐν οἷς εἰσιν. Οὐ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων δεῖ φέρειν τὰς ψήφους· ἐπεὶ τό γε 60.419 παλαιὸν καὶ νόμος εἶναι τὸ πρᾶγμα ἐδόκει, καὶ νομοθέτης τις παρ' αὐτοῖς οἰκέτας ἐκέλευσε μήτε ξηραλοιφεῖν μήτε παιδεραστεῖν, τοῖς ἐλευθέροις τῆς προεδρείας παραχωρήσας ταύτης, μᾶλλον δὲ τῆς ἀσχημοσύνης. Ἀλλ' ὅμως οὐκ ἐνόμισαν ἀσχημοσύνην εἶναι τὸ πρᾶγμα, ἀλλ' ὡς σεμνὸν καὶ μεῖζον ἢ κατ' οἰκετῶν ἀξίωμα, τοῖς ἐλευθέροις ἐπέτρεψαν· καὶ τοῦτο ὁ σοφώτατος τῶν Ἀθηναίων δῆμος, καὶ ὁ μέγας παρ' αὐτοῖς Σόλων. Καὶ ἕτερα δὲ πολλὰ τῶν φιλοσόφων βιβλία ταύτης ἄν τις εὕροι γέμοντα τῆς νόσου· ἀλλ' οὐ διὰ τοῦτο νενομισμένον εἶναι τὸ πρᾶγμά φαμεν, ἀλλὰ καὶ τοὺς τὸν νόμον δεξαμένους τοῦτον ἐλεεινοὺς καὶ δακρύων ἀξίους εἶναι πολλῶν. Ἃ γὰρ αἱ πορνευόμεναι πάσχουσι γυναῖκες, ταῦτα καὶ οὗτοι· μᾶλλον δὲ ἐκείνων ἀθλιώτερα. Ταῖς μὲν γὰρ εἰ καὶ παράνομος, ἀλλὰ κατὰ φύσιν ἡ μίξις· αὕτη δὲ καὶ παράνομος, καὶ παρὰ φύσιν. Εἰ γὰρ μὴ γέεννα ἦν, μηδὲ κόλασις ἠπείλητο, τοῦτο πάσης κολάσεως χεῖρον ἦν. Εἰ δὲ ἥδονται, τὴν προσθήκην μοι λέγεις τῆς τιμωρίας. Οὐδὲ γὰρ εἴ τινα εἶδον γυμνὸν τρέχοντα, βορβόρῳ τὸ σῶμα ἀνακεχρωσμένον ἅπαν, εἶτα οὐκ ἐγκαλυπτόμενον, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενον, συνήσθην ἂν αὐτῷ, ἀλλὰ καὶ μᾶλλον ἂν αὐτὸν ἐθρήνησα, ὅτι οὐδὲ αἰσθάνεται ἀσχημονῶν. Ἵνα δὲ καὶ σαφεστέραν δείξω τὴν ὕβριν, ἀνάσχεσθέ μου καὶ ἑτέρου παραδείγματος. Εἰ γὰρ παρθένον τις κατεδίκασε θαλαμευομένην ἀλόγοις μιγῆναι ζώοις, εἶτα ἥδετο ἐκείνη τῇ μίξει, οὐ διὰ τοῦτο μάλιστα δακρύων ἦν ἀξία, ὅτι οὐδὲ ἀπαλλαγῆναι τῆς νόσου ταύτης ἠδύνατο τῷ μηδὲ αἰσθάνεσθαι τῆς νόσου; Παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐκεῖνο χαλεπὸν, οὐδὲ τοῦτο ἔλαττον ἐκείνου· τὸ γὰρ ὑπὸ τῶν οἰκείων ὑβρίζεσθαι ἐλεεινότερον τοῦ παρὰ τῶν ἀλλοτρίων. Τούτους ἐγὼ καὶ ἀνδροφόνων χείρους εἶναί φημι· καὶ γὰρ βέλτιον ἀποθανεῖν, ἢ ζῇν ὑβριζόμενον οὕτως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διέῤῥηξεν, οὗτος δὲ τὴν ψυχὴν μετὰ τοῦ σώματος ἀπώλεσε. Καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης· καὶ εἰ ἐπῃσθάνοντο τῶν γινομένων οἱ πάσχοντες, μυρίους ἂν κατεδέξαντο θανάτους, ὥστε μὴ τοῦτο παθεῖν. γʹ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ὕβρεως ἀλογώτερόν τε καὶ χαλεπώτερον. Εἰ γὰρ περὶ πορνείας διαλεγόμενος ὁ Παῦλος ἔλεγεν, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· τί ἂν εἴποιμεν περὶ τῆς μανίας ταύτης, ἣ τοσοῦτον πορνείας χείρων ἐστὶν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν; Οὐδὲ γὰρ τοῦτο λέγω μόνον, ὅτι γέγονας γυνὴ, ἀλλ' ὅτι ἀπώλεσας καὶ τὸ εἶναι ἀνὴρ, καὶ οὔτε εἰς ταύτην μετέστης τὴν φύσιν, οὔτε ἣν εἶχες διετήρησας, ἀλλὰ κοινὸς ἑκατέρας ἐγένου προδότης, καὶ παρὰ ἀνδρῶν καὶ γυναικῶν ἄξιος ἐλαύνεσθαι, καὶ καταλεύεσθαι, ἅτε ἑκάτερον ἀδικήσας τὸ γένος. Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, εἴ τις ἐλθὼν ἐπηγγέλλετο ἐξ ἀνθρώπων κύνα ποιεῖν σε, ἆρα οὐκ ἂν ὡς λυμεῶνα ἔφυγες; Ἀλλ' ἰδοὺ οὐ κύνα ἐξ ἀνθρώπων σαυτὸν ἐποίησας, ἀλλὰ τὸ τούτου ζῶον ἀτιμότερον· ἐκεῖνο μὲν γὰρ εἰς χρῆσιν ἐπιτήδειον, ὁ δὲ ἡταιρηκὼς