23
οἳ μᾶλλον καὶ προτετίμηνται. κατὰ γοῦν τὸ πρὸς αὔριον γεγονυίας προσβολῆς οἱ Ἰσμαηλῖται τροπῇ συνεσχέθησαν, ὅθεν οἱ Τοῦρκοι ἐπιμόνως τοξείᾳ χρησάμενοι τοὺς Ἰσμαηλίτας θαρσαλεότητος καὶ ἰσχύος ἐπλήρωσαν, τοὺς δὲ Ῥωμαίους πρὸς φυγαδείαν ἐτρέψαντο· καὶ μόνοι τῷ βασιλεῖ οἱ ἀρχηγοὶ τῶν ταγμάτων προσεκαρτέρησαν μετὰ Μανουὴλ καὶ Περσῶν, οὓς κύκλῳ περιστοιχήσαντες οἱ ἐξ Ἄγαρ βιαίως συνεῖχον, κἂν οἱ Τοῦρκοι τὸ τοξάζειν κεκώλυντο ὑετοῦ γε συμβάντος τῶν τε νευρῶν τῶν τόξων χαυνωθεισῶν τῇ ὑγρότητι. ἀμέλει τῶν Ῥωμαϊκῶν στρατευμάτων πημαινομένων ὁ Μανουὴλ διηκούτιστο τῇ Σαρακηνικῇ γλώττῃ πρὸς αὐτοὺς τῶν Περσῶν καθ' ὁμιλίαν οἱονεὶ σπενδομένων, καὶ τῷ Θεοφίλῳ φησίν· οἶμαι, ὦ βασιλεῦ, ὅτι ἡ Ῥωμαϊκὴ νῦν δυσφορία τῷ ἀμεραμνουνῆ τοὺς Πέρσας περιποιήσεται εἰς τὸ προδοῦναί σε αὐτῷ, τὸ πρὶν ἀποστάντας αὐτοῦ. οὐκοῦν καλῶς συμβουλευομένῳ μοι σύνθοιο. συναγερῶ ἐκ τοῦ καθ' ἡμᾶς στρατεύματος τὸ κατ' ἐκλογὴν σύστημα, δι' οὗ τὸ σὸν κράτος ἐκ τῶν πολεμίων ἐξοίσομαι. ὁ δὲ βασιλεύς· καὶ τούτου γινομένου, ὦ Μανουήλ, τῷ λαῷ τί συμβήσεται; ὦ βασιλεῦ, σοὶ μὲν θεόθεν παρέσται τὸ σῴζεσθαι, ὁ δέ γε λαὸς καὶ αὐτὸς ὑψόθεν, οἶμαι, προνοηθήσεται. τοῦ γοῦν βασιλέως μόγις τῶν πολεμίων ἐκστάντος, κατὰ δὲ τὸν Χιλιόκωμον παραγεναμένου, οἱ τῶν στρατηγετῶν τὸ συνειδὸς λιποταξίᾳ πιέζοντες ἐκεῖσε τῷ Θεοφίλῳ γονυπετοῦσι καὶ τὰς σπάθας αὐτῶν ἀποθέμενοι ἑαυτοὺς θανάτῳ ψηφίζονται· πρὸς οὓς ὁ βασιλεὺς φιλοικτιρμόνως διατεθεὶς ἐν ὀδυρμῷ δικαίῳ ἀπολελόγητο· ἐπεὶ ἐγώ, ὦ ἄνδρες, κἂν <ἐκ> λιποταξίας ἐνεκλίνασθε, παρὰ θεοῦ τοῦ οἰκτίρμονος ἠλέημαι, καὶ ὑμᾶς οἰκτερῶ. ὁ οὖν πρωτοσύμβουλος τὸ κατὰ Ῥωμαίων μαθὼν ἀνδραγάθημα εὐθέως κατὰ τοῦ Ἀμορίου συντίθεται <στράτευμα>· ὁ δὲ βασιλεὺς πρός τε Νίκαιαν καὶ τὸ ∆ορύλαον διεκαρτέρει, τῇ αὐτοῦ πατρίδι τὸ μέλλον ἀπεκδεχόμενος· τὰ γὰρ δύο στρατόπεδα τοῦ τε ἀμεραμνουνῆ καὶ τοῦ υἱοῦ αὐτοῦ κατὰ τὸ Ἀμόριον ἥνωντο. ὡς δὲ τὸ περὶ ταύτης δυστύχημα διενώτιστο, ἐγκαρδίῳ φλογώσει κάτοχος γίνεται, ὥστε ταύτῃ τοῦ χιονώδους ὕδατος προσιόντος χλιαρὸν τοῦτο λογίζεσθαι· οὗ γ' ἐ<κ> τῆς πόσεως ἀφορμὴ τοῦ δυσεντεριάσαι αὐτῷ γέγονεν. 3.15 Ἀγαρηνὸν δέ τι γύναιον πνεύματι πύθωνος ἐγκατάληπτον, ὃ μετὰ λείας ποτὲ Ἀγαρηνῆς συλληφθὲν ἀναμαθὼν ὁ βασιλεὺς ἐκμαντεύεσθαι, μετακαλεσάμενος αὐτό, ἐκπυνθάνεται, ἡ βασιλεία τίνος ἐν πολλοῖς διαρκέσειεν ἔτεσιν, ἐξεῖπεν· ἡ τῶν Μαρτηνακίων. καὶ διὰ τοῦτο διερευνᾶτο κάκωσιν ἐπαγαγεῖν τῷ Μαρτηνακίῳ ὁ βασιλεύς (ἦν γὰρ αὐτῷ δραστηρίως τὰ τῆς βασιλείας ὡς οὐκ ἄλλῳ τινὶ τῶν πώποτε βασιλέων ἐξεταζόμενά τε καὶ πολυπραγμονούμενα) καὶ αὐτῶν τῶν ἀγχιστευόντων κατεπιτίθεσθαι. ἀλλὰ τῆς θείας προνοίας οὗτος ἀπέσφαλτο, κἂν ἐν λεκανομαντείᾳ τῇ διὰ τοῦ Ἰωάννου τὸν αὐτοῦ τῆς βασιλείας διάδοχον ἑωράκει Βασίλειον. κατὰ πληροφορίαν δὴ τῆς τοιαύτης προφάσεως ἐν αὐτῷ σημανθείσης, τῷ μονήρει βίῳ τὸν ἐκ τοῦ γένους ἄνδρα κατέκρινε Μαρτηνάκιον, τὸν αὐτοῦ οἶκον μεταποιήσας εἰς μοναχῶν φροντιστήριον. ἐντεῦθεν διαδιδράσκει τὴν ἐκ βασιλέως ἐπιτεινομένην ἐπήρειαν. πολλοῖς δὲ στόμασι τοῦ γυναίου διαλαλουμένου καὶ ἀποθειαζομένου ἐν ἅπασι, Κωνσταντῖνος Τριφύλλιος ὁ τὴν κλῆσιν ἐπευμοιρῶν καὶ ταῖς ἐκ βασιλέως κατὰ πρεσβείαν τιμαῖς ἁβρυνόμενος, προσφθέγγεται τῷ γυναίῳ ἐρεῖν καὶ αὐτῷ τὰ ἐσόμενα. τὸ δὲ διαπρυσίως τὸ μέλλον ἀποφοι βάζεται, ὅτι περ αὐτὸς σὺ καὶ τὰ σὰ τέκνα ἀποκαρήσεσθε ἱερωθησόμενοι κληρικῶν καταστήματι ἐπὶ αὐτοκράτορος Βασιλείου. ὃ καὶ πάντως ἐκβέβηκεν· προσοχθίσεως γὰρ βασιλικῆς αὐτῷ προστριψάσης τὰ τῆς προφητείας σὺν τῇ τοῦ βίου τελευτῇ πεπεράτωτο. παραπλησίως οὖν καὶ Νικήτᾳ υἱῷ τοῦ αὐτοῦ, ἐπὶ τοῦ εἰδικοῦ σεκρέτου καθηγουμένῳ, τοῦ βασιλέως ἐπιγογγύσαντος. οὐ μὴν ἀλλὰ καὶ Γεωργίῳ τῷ τὰς στρατιωτικὰς δέλτους πεπιστευμένῳ, ἐξ ὧν ἀπεκτάνθαι τῷ ξίφει ἐπὶ σφενδόνῃ τῇ κατὰ τοῦ ἱππικοῦ ἀγωνίσματος καὶ πᾶσαν αὐτοῦ ὕπαρξιν ταμείῳ τῷ βασιλικῷ