1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

23

Ἠκολούθησε, φησὶ, τῇ πονη ρίᾳ σου ἡ τιμωρία, καὶ ἀλγηρὰν ἐδέξω πληγήν· εἶτα ἐκ προσώπου τῆς πόλεως συντίθησι θρῆνον, διδάσκων αὐτὴν ποίοις δεῖ χρήσασθαι λόγοις ὀδυρο μένην πλημμελείας· καί φησιν· "Ὄντως τοῦτο τὸ τραῦμά ἐστι, καὶ κατέλαβέ με." Ἀντὶ τοῦ, Ἡ πληγὴ τῆς ἁμαρτίας αἰτία μοι γέγονε τῶν κακῶν. κʹ. Ἡ σκηνή σου ἐταλαιπώρησεν· ὤλετο, καὶ πᾶσαι αἱ δέῤῥεις σου διεσπάρησαν. Σκηνὴν καλεῖ, οὐ μόνον τὸν θεῖον νεὼν, ἀλλὰ καὶ τὰς οἰκίας, καὶ τοὺς πύργους, καὶ τοὺς περιβόλους. "Οἱ υἱοί μου καὶ πρόβατά μου ἐξῆλθον ἀπ' ἐμοῦ, καὶ οὐκ εἰσίν· οὐκ ἔστι τόπος τῆς σκηνῆς μου, οὐ τόπος δέῤῥεών μου. Πάντων κατὰ ταυτὸν ἔρημος ἐγενόμην. Λέγει δὲ καὶ τῆς πονηρίας τοὺς διδασκάλους. καʹ. Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν. Ποιμένας καλεῖ τοὺς βασιλέας καὶ τοὺς ἱερέας· καὶ οὗτοι γὰρ κἀκεῖνοι τῆς πλάνης ἐγένοντο πρόξενοι. ∆ιδάσκει δὲ ταῦτα σαφέστερον τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων ἡ ἱστορία. "∆ιὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ αὐτῶν, ἀλλὰ διεσκορπίσθησαν." Νομὴν ἐνταῦθα καλεῖ, οὐ τὴν πόαν, ἀλλὰ τὰ ποίμνια· καὶ λέγει, τὴν τῶν ποιμένων ἀφροσύνην αἰτίαν γενέσθαι τῆς τῶν προ βάτων πλάνης. κβʹ. Φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται, καὶ σεισμὸς μέ γας ἐκ γῆς βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν, καὶ κοίτην στρουθῶν. Στρουθοὺς τὰς μεγάλας λέγει τὰς Λιβύσσας, ἃς οἱ πολλοὶ στρουθοκαμήλους καλοῦσι· φιλέρημον γὰρ καὶ τοῦτο τὸ ζῶον. Εἶτα διδάσκει ὁ προφήτης, τίς ἄγει τὸν Ναβουχοδονόσορ. κγʹ. Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ· οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατ ορθώσει ὁδὸν αὐτοῦ, καὶ κατευθυνεῖ πορείαν αὐτοῦ. Οὐκ ἂν ἐκεῖνος, φησὶν, ὥρμησε καθ' ἡμῶν μὴ βουλομένου σου, ∆έσποτα· εἰ δὲ καὶ ὥρμησεν, οὐκ ἂν κατώρθωσεν ἅπερ ἠθέλησε, τῆς σῆς δεξιᾶς ἡμῶν προ μηθουμένης· οἶδα γὰρ οἷα Σεναχηρεὶμ πέπονθεν· ἀλλ' ἱκετεύομέν σε, μηδὲ ἐκεῖνον ἡμᾶς εἰσπράξαι 81.572 δίκας τῆς ἀσεβείας· ἀλλ' αὐτόν σε παιδεῦσαι, καὶ πατρικὴν παιδείαν ἐπαγαγεῖν· τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει. κδʹ, κεʹ. Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρί σει, καὶ μὴ ἐν θυμῷ· ἵνα μὴ ὀλίγους ποιή σῃς ἡμᾶς. Ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ συνετέλεσαν αὐτὸν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν. ∆ῆλον τοίνυν καὶ ἐκ τῶν εἰρημένων, καὶ ἐκ τῶν ἐπαγομένων, ὡς τὸ, "Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ," οὔτε φυσικῇ δουλείᾳ τὸ ἐλεύθερον ἡμῶν ὑποβάλλει τῆς γνώμης, οὔτε τῆς εἱμαρμένης ἀνάγκῃ τὰ καθ' ἡμᾶς ὑποτίθησιν· ἀλλὰ διαῤῥήδην ἡμᾶς διδάσκει, πῶς ὁ ∆εσπότης Θεὸς κατέχει τοὺς οἴακας τοῦ παντὸς κόσμου, καὶ σοφῶς κυβερνᾷ, καὶ χορηγεῖ τὰ ἀγαθὰ, καὶ παιδεύει δικαίως, ὅταν ἐπὶ πλεῖστον μακροθυμήσας ἐπιμείναντας τῇ πονηρίᾳ θεάσηται. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Μετὰ ταῦτα παρακελεύεται πρὸς πάντα εἰπεῖν τὸν λαόν· γʹ, δʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λό γων τῆς διαθήκης ταύτης· ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς. Τοῦτο καὶ νομοθετῶν τῷ νόμῳ προστέθεικεν· ἔφη γάρ· "Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆ σαι αὐτά·" ὑπισχνεῖται δὲ κἀκεῖ, καὶ πάλιν ἐνταῦθα, ὡς πάσης ἀξιώσει κηδεμονίας τοὺς τὰς θείας φυλάσ σοντας ἐντολάς. Ἀναμιμνήσκει δὲ καὶ τῶν πρὸς τοὺς πατέρας αὐτῶν εἰρημένων, καὶ τῆς ἐκείνων ἀπει θείας. "Ἐξέκλιναν γὰρ, φησὶ, τὸ οὖς αὐτῶν, καὶ ἐπορεύθησαν ἀνὴρ ἐν τῇ εὐθύτητι τῆς καρδίας αὑτοῦ τῆς πονηρᾶς." Εὐθύτητα δὲ ἐνταῦθα οὐ τὴν ὀρθότητα λέγει, ἀλλὰ τὴν ἐφεξῆς γεγενημένην πονηρίαν