1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

24

λέγει, ἐν ᾗ ὁ θεὸς ἐφανερώθη· καὶ τοῦτο σαφῶς διὰ τῶν ἐφεξῆς ἀγώνων κατασκευάζων, ἐφ' ὧν εἰ μή τις περιττὸν ἡγοῖτο τὴν ἐπιμελῆ τῶν ματαίων ἐξέτασιν, δι' ὀλίγων τοῖς εἰρημένοις ἐπιδραμούμεθα. πάλιν γὰρ πλῆθος ὕβρεων ἐπαντλήσας τῇ συγγραφῇ τοιοῦτον καθ' 3,1.184 ἡμῶν λόγον προτείνεται, ἀδικεῖν λέγων τοὺς ταὐτὸν εἶναι φάσκοντας σαρκὸς ἕνωσιν καὶ ἀνθρώπου πρόσληψιν. ἐγὼ δὲ κἂν ἀγροικότερον εἶναι δοκῇ τὸ λεγόμενον, οὐκ ἐπικρύ ψομαι τὴν ἀλήθειαν, ὅτι οὐθέτερον τῶν εἰρημένων ὁ καθ' ἡμᾶς ἰδιωτισμὸς δι' ἀκριβείας συνίστησιν. τί γὰρ διαφέρει σαρκὸς ἕνωσις καὶ ἀνθρώπου πρόσληψις, οὑτωσὶ κατὰ τὸ πρόχειρον ἑρμηνεύειν οὐκ εὔπορον, διότι πολλαχῶς νοεῖται ἡ ἕνωσις καὶ ἀριθμῷ καὶ εἴδει καὶ φύσει καὶ ἐπιτηδεύμασι καὶ μαθήμασι καὶ τοῖς κατὰ κακίαν ἢ ἀρετὴν ἰδιώμασι καὶ ἐπιτηδεύμασιν. τίς οὖν ἐστιν ἡ τῆς σαρκὸς ἕνωσις, εἴτε πρὸς ἑαυτὴν εἴτε πρὸς ἕτερον ἑνουμένης, τῶν ἑρμηνευόντων τὸν λόγον δεόμεθα. ἥ τε τοῦ ἀνθρώπου πρόσληψις πῶς γίνεται, ποίου καὶ πόθεν καὶ πῶς καὶ παρὰ τίνος καὶ τίνα τρόπον προσειλημμένου, ἐπίσης τῷ προλαβόντι ἡμῖν ἐν τοῖς ἀγ νοουμένοις ἐστίν. ἕως γὰρ ἂν μὴ τῷ θείῳ τῆς γραφῆς ἅλατι τὸν περὶ τοῦ μυστηρίου λόγον τις ἐπαρτύων προφέρῃ, τὸ μεμωραμμένον τῆς ἔξω σοφίας ἅλας παρεῖσθαι παρὰ τῶν πιστῶν καταλείψομεν. τίς τῶν εὐαγγελιστῶν σαρκὸς ἕνωσιν διηγήσατο; ποῖον δὲ τῶν ἀποστολικῶν διηγημάτων τὴν τοῦ ἀνθρώπου πρόσληψιν οὑτωσὶ κατὰ τὴν λέξιν ἐδίδαξε; τίς νό μος, ποῖοι προφῆται, τίς θεόπνευστος λόγος, ποῖον συνόδου δόγμα τοιοῦτόν τι ἡμῖν παρακατέθετο; ἐκ τούτων τοίνυν τῶν δύο ῥημάτων τὸ μὲν ἡμῖν προσνέμει, τὸ δὲ ἴδιον εἶναι λέγει· πότερον δὲ τούτων ἑαυτοῦ ποιεῖται, μέχρι τοῦ νῦν ἀμφιβάλλομεν. ἡμεῖς γὰρ ἢ οὐθέτερον οἰκειούμεθα ἢ ἀμ φότερα διὰ τὸ μηδεμίαν ἐν θατέρῳ πρὸς τὸ ἕτερον διαφορὰν ἐξευρίσκειν. ἥ τε γὰρ ἕνωσις πρός τι γίνεται ἥ τε πρόσληψις τινὸς πάντως ἐστίν· ἑκάτερον δὲ τὴν πρὸς ἕτερον σχέσιν ἀποσημαίνει καὶ ὁ προσλαβὼν ἥνωται τῷ προσληφθέντι καὶ τὸ ἑνωθὲν διὰ προσλήψεως ἥνωται. 3,1.185

Ἀλλ' ἡμᾶς φησι δύο πρόσωπα λέγειν, τὸν θεὸν καὶ τὸν παρὰ τοῦ θεοῦ προσληφθέντα ἄνθρωπον· αὐτὸν δέ φησι μὴ οὕτως ἔχειν, ἀλλὰ φάσκειν τὸν σαρκωθέντα καὶ ὄντα οὐχ ἕτερον παρὰ τὸν ἀσώ ματον, ἀλλὰ τὸν αὐτὸν καθ' ὁμοίωσιν ἡμετέρας τῆς ἐν σαρκὶ ζωῆς. ἔτι διὰ τῶν ἀσυστάτων ἡμῖν τοὺς φληνάφους διέξεισιν. ὁ σάρκινος αὐτοῦ θεὸς ἁπλοῦς εἶναι φύσιν οὐκ ἔχει· οὐ γὰρ ἄν τις ἐν τῇ σαρκὶ τὸ ἁπλοῦν θεωρή σειε· τὸ δὲ μὴ ἀπλοῦν ἀσύνθετον εἶναι οὐ δύναται. ἀλλ' οὗτος εἶναι τὸ ἓν λέγει ὡς καὶ ἡμῶν ἕκαστον, ἐκ πνεύ ματος, φησί, καὶ ψυχῆς καὶ σώματος. νῦν πρώτως τὸ καινὸν εἶδος τοῦ ἀριθμοῦ ἐδιδάχθημεν, μαθόντες ὅτι τὰ εἰς τρία ἑτερογενῆ διῃρημένα μονάς ἐστιν. ἀλλ' ὁ μὲν περὶ τοῦ ἀναπλασθέντος αὐτῷ πνεύματος ὑπερκείσθω λόγος· κατὰ δὲ τὴν παχυμερεστέραν τοῦ ἀνθρώπου τομήν, καθὼς οἱ πολλοὶ διαιρεῖν ἐδιδάχθημεν, ἐκ νοερᾶς ψυχῆς καὶ σώ ματος εἶναι τὴν τοῦ ἀνθρώπου σύστασιν ὁμολογοῦντες πῶς εἴπωμεν τὰ δύο ἕν, τοῦ ἀποστόλου σαφῶς δύο ἀνθρώπους περὶ ἕκαστον βλέποντος, ἐν οἷς φησιν Εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τὸ σῶμα λέγων, ἀλλ' ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ, τὴν ψυχὴν αἰνισσόμενος. καίτοι εἰ τρεῖς ἦσαν κατὰ τὸν Ἀπολινάριον ἄνθρωποι, δύο πάντως ἂν τοὺς ἀφανεῖς καὶ ἕνα ἐποίησε τὸν φαινόμενον, ὥστε κἂν ἐν τῷ καθ' ἡμᾶς ὑποδείγματι κρατύνῃ τὸν ἴδιον λόγον ἓν ὀνομάζων τὰ δύο, παραγράφεται αὐτὸν ὁ Παῦλος διαιρῶν τὸν ἄνθρωπον ἐν τῇ δυϊκῇ σημασίᾳ. ἐπεὶ οὖν διὰ τοῦ ἀνθρωπίνου τὸν τοῦ δόγματος ἑαυτοῦ λόγον συνίστησι, τῇ τούτου ἀνατροπῇ κἀκεῖνο πάντως συναπελέγχεται· ὃ δὲ λέγει τοιοῦτόν ἐστι ὅτι Ὥσπερ ἄνθρωπος εἷς ἐστιν ἐκ πνεύματος καὶ ψυχῆς καὶ σώματος. ἐγὼ μὲν οὖν ἠξίουν τοῦτο πρότερον στῆσαι, ποίου σώματος καὶ πόθεν 3,1.186 εἰλημμένου καὶ πότε πλασθέντος καὶ ποδαπῆς ψυχῆς, ἢ λογικῆς ἢ ἀνθρωπίνης ἢ ἀλόγου, τουτέστιν, εἰ κτηνείας εἶναι τὸν