1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

24

ταῦτα γίνεσθαι-ἐκρύπτοντο, ἐλάνθανον, καλούμενοι παρ' ἡμῶν οὐχ ὑπήκουον. Τί δεῖ πολλὰ λέγειν; Καὶ φόβων τοσούτων ἐπικειμένων, καὶ θανάτου σχεδὸν δήλου καὶ τοῦ πυρετοῦ με κατεργαζομένου -οὐδὲ γὰρ ἤμην ἀπαλλαγεὶς οὐδέπω τῶν κακῶν τῶν ἐντεῦθεν- μεσημβρίας μέσης ῥίψας ἐμαυτὸν εἰς τὸ λεκτίκιον, ἐξηγόμην ἐκεῖθεν, τοῦ δήμου παντὸς κωκύοντος, ὀλολύζοντος, ἐπαρω μένου τῷ ταῦτα πεποιηκότι, ὀλοφυρομένων πάντων καὶ θρηνούντων. Ἐπειδὴ δὲ τῆς πόλεως ἐξῆλθον, καὶ τῶν κληρικῶν τινες ἐξελθόντες ἠρέμα ἡμᾶς προέπεμψαν ὀδυρόμενοι. Καί τινων λεγόντων ἀκούσαντες· «Ποῦ αὐτὸν ἀπάγετε εἰς φανερὸν θάνατον;» ἕτερος ἔλεγε πρὸς ἡμᾶς τῶν σφόδρα ἡμᾶς φιλούντων· «Ἄπελθε, δέομαί σου· εἰς Ἰσαύρους ἔμπεσον, μόνον ἡμῶν ἀπαλλάγηθι. Ὅπου γὰρ ἂν ἐμπέσῃς, εἰς ἀσφάλειαν ἐμπίπτεις, ἂν τὰς ἡμετέρας διαφύγοις χεῖρας.» Ταῦτα ἀκούσασα καὶ ὁρῶσα ἡ καλὴ Σελευκία, ἡ τοῦ κυρίου μου Ῥουφίνου ἐλευθέρα-καὶ γὰρ σφόδρα ἡμᾶς ἐθεράπευσε-, παρεκάλεσε καὶ ἐδεήθη ὥστε εἰς τὸ προάστειον αὐτῆς καταλῦσαι πρὸ πέντε μιλίων τῆς πόλεως ὂν καὶ συνέπεμψεν ἡμῖν ἀνθρώπους καὶ ἀπήλθομεν ἐκεῖσε. 9.3 Ἀλλ' οὐδὲ ἐκεῖ ἔμελλεν ἡμῶν ἀποστήσεσθαι ἡ ἐπι9.3 βουλὴ αὕτη. Ὡς γὰρ ἔγνω ὁ Φαρέτριος, ἐδήλωσεν αὐτῇ, καθὼς ἔλεγε, πολλὰς ἀπειλάς. Ἐπεὶ δέ με εἰς τὸ προάστειον αὐτῆς ὑπεδέξατο, κἀγὼ τούτων οὐκ ᾔδειν οὐδέν· ἀλλ' ἐξελθοῦσα πρὸς ἡμᾶς, ταῦτα μὲν ἡμᾶς ἀπέκρυβεν, ἐδήλου δὲ τῷ ἐπιτρόπῳ αὐτῆς ἐκεῖσε ὄντι πᾶσάν τε ἡμῖν ἀνάπαυσιν παρασχεῖν, καὶ εἴ τινες ἐπέλθοιεν μονάζοντες βουλόμενοι ἡμᾶς ἐνυβρίσαι ἢ συντρῖψαι, συναγαγεῖν γεωργοὺς ἀπὸ τῶν ἄλλων αὐτῆς χωρίων καὶ οὕτω παρατάξασθαι πρὸς αὐτούς. Παρεκάλει δὲ καὶ εἰς τὴν οἰκίαν αὐτῆς κάστελλον ἔχουσαν καὶ ἀχείρωτον οὖσαν καταφυγεῖν ὥστε τοῦ ἐπισκόπου καὶ τῶν μοναζόντων ἐκφυγεῖν τὰς χεῖρας. Ἀλλὰ τοῦτο μὲν οὐκ ἠνεσχόμην, ἀλλ' ἤμην ἐν τῷ προαστείῳ οὐδὲν εἰδὼς τῶν μετὰ ταῦτα κατασκευαζομένων. Οὐδὲ τοῦτο αὐτοῖς ἤρκεσεν εἰς τὸ ἀποστῆναι τῆς καθ' ἡμῶν μανίας. Εἶτα νυκτῶν μέσων, οὐδὲν τούτων εἰδώς- πολὺς γὰρ ἐπέκειτο ὁ Φαρέτριος ἀπειλῇ ἀπειλῶν ἐκείνῃ, καθώς φησι, καταναγκάζων, ὠθῶν, ὥστε ἡμᾶς ἐκβαλεῖν καὶ τῶν προαστείων -, οὐ φέρουσα ἡ γυνὴ τὴν ἐπάχθειαν αὐτοῦ, οὐκ εἰδότος ἐμοῦ, ἐδήλωσεν αὐτόθι ὅτι οἱ βάρβαροι ἐπέστησαν αἰσχυνομένη τὴν ἀνάγκην εἰπεῖν ἣν ὑπέμεινεν. Καὶ μέσων νυκτῶν εἰσελθὼν πρὸς μὲ Εὐήθιος ὁ πρεσβύτερος καθεύδοντά με διεγείρας, μετὰ πολλῆς τῆς βοῆς ταῦτα ἔλεγεν· «Ἀνάστηθι, παρακαλῶ, βάρβαροι ἐπέστησαν, ἐνταῦθα πλησίον». Ἐννόησον τίς ἤμην ταῦτα ἀκούων. Εἶτα ὡς πρὸς αὐτὸν εἶπον καὶ τί δέοι πρᾶξαι· «Εἰς τὴν πόλιν οὐ δυνάμεθα καταφυγεῖν μὴ χαλεπώτερα πάθωμεν ὧν Ἴσαυροι μέλλουσιν ἡμῖν ποιεῖν», ἠνάγκαζεν ἐξιέναι. Νὺξ ἦν ἀσέληνος, ἡ νὺξ μέση, ζοφώδης, σκοτεινή· καὶ τοῦτο αὐτὸ πάλιν ἀπορίας ἀνάμεστον ἦν ἡμῖν· καὶ οὐδεὶς ὁ παρών, οὐδεὶς ὁ βοηθῶν, πάντες γὰρ ἡμᾶς ἐγκατέλιπον. Ὅμως ὑπὸ τοῦ φόβου συνωθισθεὶς καὶ προσδοκῶν εὐθέως ἀποθανεῖσθαι, διανέστην τεταλαιπωρημένος κελεύσας λαμπάδας ἀναφθῆναι. Ἀλλὰ καὶ ταύτας ὁ πρεσβύτερος ἐκέλευσε σβέννυσθαι, μήποτε, φησίν, οἱ βάρβαροι τῷ φωτὶ καλούμενοι πρὸς ἡμᾶς ἐπιτεθῶσιν ἡμῖν· ἐσβέσθησαν καὶ αἱ λαμπάδες. Εἶτα ὁ βόρδων ὁ φέρων ἡμῶν τὸ λεκτίκιον-τραχεῖα γὰρ ἦν σφόδρα ἡ ὁδὸς καὶ ἀνάντης καὶ λιθώδης-κατενεχθεὶς ἐπὶ γόνυ κατήνεγκέ με ἔνδον ὄντα καὶ μικροῦ ἔμελλον ἀπόλλυσθαι· εἶτα ἐκπηδήσας, συρόμενος περιεπάτουν ὑπὸ Εὐηθίου τοῦ πρεσβυτέρου-κατεπήδησε γὰρ καὶ αὐτὸς τοῦ ὑποζυγίου -καὶ οὕτως χειραγωγούμενος ἐβάδιζον, μᾶλλον δὲ ἑλκόμενος· οὔτε γὰρ βαδίζειν ἦν εἰς τοσαύτην δυσχωρίαν καὶ ὄρη χαλεπὰ ἐν νυκτὶ μέσῃ. Ἐννόησον τί με πάσχειν εἰκὸς ἦν τοσούτοις συνεχόμενον κακοῖς καὶ τοῦ πυρετοῦ ἐπικειμένου καὶ μηδὲν εἰδότα τῶν κατεσκευασμένων, ἀλλὰ δεδοικότα βαρβάρους καὶ τρέμοντα καὶ