24
ἀνειλῆφθαι. πρὸς τούτοις ἐπειπεῖν τὸ γύναιον τῷ Θεοφίλῳ ἀποβιοῦντι τὴν βασιλείαν τὸν αὐτοῦ υἱὸν κατὰ διαμοιβὴν σὺν τῇ τεκούσῃ προσδέξασθαι, τά τε παρ' αὐτοῦ χυδαιούμενα τῶν εἰκόνων σεβάσματα δόξης μεγαλοπρεποῦς εὐτυχῆσαι, αὐτόν τε τὸν πατριάρχην καθαιρέσει διϋβρισθῆναι. ὁ οὖν βασιλεὺς τοῖς προλεχθεῖσι καὶ ἐν τούτῳ πιστούμενος κατηγγυάσατο διορκώσει τήν τε αὐτοῦ γαμετὴν καὶ τὸν λογοθέτην Θεόκτιστον τοῦ μηδὲν ἑτεροιῶσαι τετολμηκέναι μετὰ τὴν αὐτοῦ τελευτὴν τῶν παρ' αὐτοῦ ἐκτεθεσπισμένων τὸ σύνολον, καὶ μήτε τὸν Ἰωάννην τοῦ πατριαρχικοῦ ἐξωθῆσαι ἱδρύματος. 3.16 Οὐκ ἠρεμεῖν δὲ ὁ βασιλεὺς ἐκεκρίκει ἐπὶ τῇ τοῦ Ἀμορίου καταστροφῇ χαλεπῶς ἀνιώμενος· διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρίκιον Θεοδόσιον τὸν ἐκ Βαβουτζίκων φυέντα καὶ αὐτοῦ ἀγχιστέα, τοῦ κατ' ἐπικουρίαν συνθέσθαι αὐτῷ πολυάνθρωπον στράτευμα, καί τινας ὑποστρατήγων αὐτοῦ χωρῶν τε καὶ πόλεών τινας Σαρακηνικῶν τῶν μεταξὺ Λιβύης καὶ Ἀσίας καταληΐσασθαι. 3.17 Τῇ δὲ προτεραίᾳ κατὰ Συρίαν διατρίβων ὁ Μανουὴλ ἔν τε λόγων πολυπείρων συνέσει καὶ πράξεων περὶ πολλοῦ ἐπεπόθητο τῷ τε ἀρχηγῷ τῶν Ἀγαρηνῶν καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν, καὶ πλείστας ἀνδραγαθίας, καθ' ὅσον χρόνον ἐκεῖσε διῆγεν, κατὰ τῶν ἀντιμαχούντων αὐτοῖς πλησιοχώρων τε καὶ τῶν πόρρω διῳκισμένων εἰργάσατο, ὧν τὰ πλείω μετὰ τῶν κατὰ φυλακὴν αἰχμαλώτων Ῥωμαίων δι' ἑαυτοῦ συστρατεῦσαι αὐτῷ ἐξαιτηθέντων· ὥστε καὶ τὸ Χωρῶσαν κατασχεῖν καὶ ὑπὸ χεῖρα τῷ ἀμεραμνουνῆ καταπράξασθαι. ἀλλὰ δὴ καὶ κατὰ θηρῶν ἀτιθάσσων τὴν ἐκεῖσε χώραν αὐτούς τε τοὺς κατοικοῦντας διαλυμαινομένων ἠρίστευσεν, ὥστε θαυμαστὸν κατ' ἄμφω τοῖς Ἰσμαηλίταις νομίζεσθαι. διὰ ταῦτα φιλοῦσιν αὐτὸν ἐξαιρέτως καὶ μᾶλλον αὐτῷ προσῳκείωνται, ἐπειδὰν αὐτὸν οἰκονομικῶς ἀποστάντα, κἂν ἐν σχήματι τῆς καθ' ἡμᾶς εὐσεβείας, διέγνωσαν, καὶ αὐτῷ ἐγχειρίζουσι τὰ τῶν πολεμίων συστήματα ἐκστρατεύειν καθ' ὅσον ἔχει βουλήσεως καὶ δυνάμεως. ἐν μέσῳ δὲ χρόνων πολλὰς ἀριστείας καταπραξάμενος ἐξιέναι κατὰ Ῥωμαίων σὺν τῷ υἱῷ αὐτοῦ παρὰ τοῦ ἀμεραμνουνῆ κατηνάγκαστο, ἢ τοῦτο προσεπεποίητο. καὶ δὴ γεννάδας ὑπασπιστὰς σὺν χρήμασιν αὐτοῦ ἱκανοῖς ἐπεπόμφει πρὸς πολίχνην, ἣ Γέρων ἐκέκλητο, προσημηνάμενος λάθρα καὶ τοῖς ναέταις τῆς πόλεως τὴν δέουσαν ἐπιθεῖναι ὀχύρωσιν διὰ τὴν τῶν Σαρακηνῶν ἐσομένην ἔφοδον. τῶν οὖν ἑκατέρων μερῶν στρατοπεδευσάντων ἔξεισιν ὥσπερ ἀγωνιστὴς τολμητίας, καὶ τὸ δόρυ εἰς τοὐπίσω προτείνας τοῖς Χριστιανοῖς ὅλως συντέτακτο πρὸς τὴν ῥηθεῖσαν πολίχνην καταφυγών, τῷ τε υἱῷ τοῦ ἀμεραμνουνῆ χαριστήρια διεπέμπετο, οὗ πρὸς αὐτὸν χάριν εὐμενῶς διετέθησαν, καὶ τῇ πόλει χαρμονικῶς ἐπεδήμησεν, καὶ τῷ ἐν Βλαχέρναις τῆς Θεοτόκου εἰσῄει ναῷ, ὡς ἐν τούτῳ πλέον εἰδὼς τὸν Θεόφιλον ἀπονέμειν σέβας αἰδέσιμον· ὑφ' οὗ καὶ πληροφορίαν συμπαθείας ἐδέδεκτο καὶ ἐπὶ πλεῖστον πεφιλοτίμητο, σεβασμιωθεὶς μαγιστρότητι. 3.18 Τοῦ δὲ βασιλέως διαπρακτήσαντος ἐπὶ τῇ κατὰ Ἰσμαηλιτῶν Φραγγικῇ ἐκστρατείᾳ, διὰ τὸ τὸν ἐσταλμένον πρὸς αὐτοὺς Θεοδόσιον μεταξὺ ἀπαλλάξαι τὸν βίον, πᾶς τις ἠθύμει, μάλιστά τε πρὸς τελευτὴν ἤδη τοῦ βασιλέως ἀπονεύοντος, ἅτε φθινάδι νόσῳ καὶ γαστρὸς δυσεντερικῇ διαρροίᾳ περιπεσόντος. ὡς δὲ ταύτῃ τῇ ἀρρωστίᾳ συντέτηκτο καὶ πρὸς τὰς ἐσχατιὰς τοῦ θανάτου προσέκυπτεν, ἐπὶ κλίνης αἰρόμενος πρὸς τὴν Μαγναύραν ἀπῄει, κἀκεῖσε πάντας ἐκκλησιάσας δημηγορίαν οἰκτρὰν κατὰ τὸ εἰκὸς ἀποφθέγγεται, καθὼς ὁ λόγος ταύτην ὧδε μορφώσειεν· ἐμὲ θρηνησάτω ὁ ἐμὸς ἅπας λαός, ἐπολοφυρέτω με σύγκλητος καὶ σύμπαν τὸ πρὸς θεραπείαν οἰκεῖον ἄθροισμα διολολυξάτω, ὅτι περ κομῶν τῇ νεότητι σὺν εὐδαιμονίᾳ τοσαύτῃ ἄρτι τούτων ἐκτυχισθήσομαι, πολλῷ δὲ μᾶλλον γυναικὸς νεαζούσης καὶ παιδὸς ἀνήβου, ὧν τὴν στέρησιν πάντως καὶ πρὸ τελευτῆς ἀποκλαίομαι, οὐχ ἧττον δὲ τὴν αὐτῶν ἐρημίαν μετά γε τὴν ἐμαυτοῦ ἀποβίωσιν. διά τοι ταῦτα μέμνησθέ μου, παρακαλῶ, τῶν τοιούτων τελευταίων ῥημάτων καὶ τῆς