1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

24

ἐν τῇ κακίᾳ· οὐ γὰρ ἀπετρέποντο ταύτης, ἀλλὰ διηνεκῶς αὐτὴν ὥδευον. "Καὶ ἐπήγαγον ἐπ' αὐ τοὺς πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἧς ἐνετειλάμην αὐτοῖς ποιῆσαι, καὶ οὐκ ἐποίησαν." ∆ια φόροις γὰρ τιμωρίαις αὐτοὺς ἐξέδωκε· ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε ἀλλοφύλοις ἐδούλευσαν. θʹ, ιʹ. Καὶ εἶπε Κύριος· Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ. Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὑτῶν τῶν προτέρων, οἳ οὐκ ἤθελον ἀκοῦσαι τῶν λόγων μου. Τὸ "Εὑρέθη σύνδεσμος," 81.573 ἀντὶ τοῦ, συνδεδεμένοι εἰσὶ, καὶ συμπεπλεγμένοι τοῖς πατράσι, καὶ τὴν ἐκείνων πορείαν ὁδεύουσι· τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων σημαίνει. "Καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς." Ταῦτα δὲ δρῶσι τὴν δοθεῖσαν αὐ τοῖς παραβαίνοντες διαθήκην. Οὗ δὴ χάριν παντο δαπαῖς αὐτοὺς περιβαλῶ συμφοραῖς, καὶ ὀδυρομένους οὐκ ἀξιώσω φειδοῦς· οὔτε μὴν παρὰ τῶν ὑπ' αὐτῶν θεραπευομένων θεῶν ἐπικουρίας τινὸς ἀπολαύονται. Λέγει δὲ καὶ τούτων τὸ πλῆθος. ιγʹ. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἐξόδων Ἱερουσαλὴμ, ἔταξαν βωμοὺς τῇ αἰσχύνῃ, θυσια στήρια τοῦ θυμιᾷν τῇ Βάαλ. ∆ιὰ τὴν ὑπερβολὴν τοίνυν τῆς ἀσεβείας τὸν προφήτην κωλύει τὴν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγκεῖν. ιδʹ. Μὴ εὔχου γὰρ, φησὶ, περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξιοῖς περὶ αὐτῶν ἐν δεήσει καὶ προσ ευχῇ· ὅτι οὐκ εἰσακούσομαί σου ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν τῷ καιρῷ τῆς κακώ σεως αὐτῶν. Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ τὰς δεήσεις προσφέρουσι· διὰ τοῦτο καὶ ὁ προφήτης ∆αβὶδ παρ εγγυᾷ, λέγων· "Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει." Ἐνταῦθα δὲ τὴν ἀνυπέρβλητον αὐτῆς ἀσέβειαν δείκνυσιν. ιεʹ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Ἀμφότερα τὴν ἐπίτασιν τῆς δυσσεβείας δηλοῖ, καὶ τὸ "ἠγαπημένην" κληθῆναι, καὶ τὸ ἔνδο θεν ἐν τῷ θείῳ νεῷ τῶν οὐκ ὄντων θεῶν τὰ ἰνδάλ ματα στῆσαι. "Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν ἀπὸ σοῦ τὰς κακίας σου; ἢ τούτοις διαφεύξῃ;" Σαφῶς ἡμᾶς ὁ προφητικὸς ἐδίδαξεν ὅρος καὶ λόγος, ὡς πρᾶξιν ἀγαθὴν ὁ ∆εσπότης ζητεῖ· τοῦτο γὰρ καὶ ὁ θεῖος βοᾷ ∆αβίδ· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλη σας· σῶμα δὲ κατηρτίσω μοι." Καὶ πάλιν· "Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Καὶ ἐπειδὴ ἠγαπημένην αὐτὴν ἐκάλεσε, λέγει πάλιν καὶ τὴν ἑτέραν αὐτῆς προσ ηγορίαν. ιϛʹ. Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκά λεσε Κύριος τὸ ὄνομά σου. Ταύτην δὲ τὴν προσ ηγορίαν ἐπέθηκεν ἐπὶ τὴν καρπογονίαν προτρέπων. Οὕτω καὶ ἄμπελον πολλάκις ὠνόμασεν. "Εἰς φω νὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν. Ἐπειδὴ ἐλαίαν ἐκάλεσε, καὶ καθάρσεως μέμνηται· περιτομὴν γὰρ καλεῖ τὴν κάθαρσιν· οὕτω καὶ ὁ Κύ ριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· "Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται." -"Μεγάλη ἡ θλίψις ἐπὶ σέ· ἠχρειώθη 81.576 σαν οἱ κλάδοι αὐτῆς." Καρποὺς γὰρ ἀγαθοὺς ἐνεγ κεῖν οὐκ ἠθέλησαν· καὶ διδάσκων ὡς οὐχ ὁ Βαβυλώ νιος ἰσχυρὸς, ἀλλ' αὐτὸς αὐτῇ τὴν τιμωρίαν ἐπάγει, προστέθεικε καὶ ταῦτα· ιζʹ. Καὶ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ κατα φυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ, ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ, καὶ οἴκου Ἰούδα· ὅτι ἐποίησαν ἑαυτοῖς τοῦτο, τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ. Αὐτὸς, φησὶν, ὁ φυ τουργός σου τοὺς κλάδους ἐξέκοψε· σὺ δὲ τούτων αἰτία, οὐκ ὠφελίμους, ἀλλὰ δηλητηρίους βλαστήσασα καρπούς. ∆ιδάσκει δὲ διὰ τῶν ἑξῆς ὁ προφήτης, οἷα κατ' αὐτοῦ τολμήσουσι, καὶ κατὰ τοῦ ∆εσπότου Χρι στοῦ. Ἐν αὐτῷ γὰρ κἀκεῖνα ἐσκιογραφήθη. ιηʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Ὅτι οὐ μόνον τὰ κατ' αὐτοῦ λέγει γεγενημένα, μαρτυ ρεῖ ἡ εὐχή· οὐκ ἀποκαλύψεως ἐδεῖτο εἰς τὸ ἰδεῖν τὰ τότε γιγνόμενα· εἰς αὐτὸν γὰρ ἐγένοντο· ἀλλ' ἡ