25
τὴν γῆν οὐ ποιήσει κρίσιν; Εἶπεν δὲ ὁ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς.» Καὶ οὕτως ὑφείλας πέντε, καὶ πάλιν πέντε, ἦλθεν ἕως δέκα· «Καὶ εἶπεν ὁ Θεός· Οὐκ ἀπολέσω ἕνεκεν τῶν δέκα. Ἀπῆλθεν δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.» Μακ. Εἰπὲ τὰ ἑξῆς. Ὀρθ. «Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα.» Μακ. Ἀκούεις, ὅτι ἄγγελοι ἦσαν οἱ δύο; Ὀρθ. Προλαβὼν εἶπον, ὅτι ὥσπερ λέγει τοὺς δύο ἄνδρας, καὶ οὐκ ἦσαν τῇ φύσει ἄνδρες· οὕ τως καὶ τοὺς δύο ἀγγέλους λέγει, καὶ οὐκ ἦσαν τῇ φύσει ἄγγελοι, ἀλλὰ καταχρηστικῶς, ἐκ τοῦ ἀγγέλλειν αὐτοὺς τὴν τοῦ Θεοῦ βουλήν. Τῶν δὲ ἑξῆς ἀκούσω μεν. Μᾶλλον γὰρ ἐκ τοῦ ἐδαφίου διδασκόμεθα. Μακ. Εἰπέ. Ὀρθ. «Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομαἑσπέρας. Λὼτ δὲ ἐκάθητο περὶ τὴν πύλην Σοδόμων. Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παι δὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες, ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.» Ἀκούεις, ὅτι προσεκύνησεν αὐτοὺς, καὶ κυριολογεῖ, καὶ παῖς εἶναι αὐτῶν ὁμολογεῖ; Μακ. Ἐνόμιζεν εἶναι αὐτοὺς ἀνθρώπους, καὶ φιλόξενος ὢν προσεκύνησεν αὐτοὺς, καὶ κυρίους καλεῖ. Ὀρθ. Ἀλλ' εἰ ἦσαν ἄγγελοι, εἶπον ἂν αὐτῷ, Κυρίῳ τῷ Θεῷ σου προσκύνει· ἡμεῖς γάρ σου ὁμόδουλοί ἐσμεν.» Μακ. Τί γὰρ ἠδικεῖτο προσκυνῶν ἀγγέλοις; Ὀρθ. Ἤκουσα ὑμῶν λεγόντων πολλάκις, ὅτι οὐ δεῖ προσ κυνεῖν Πνεύματι τῷ ἁγίῳ. Μακ. Καὶ γὰρ οὐ δεῖ. Ὀρθ. Καὶ πῶς νῦν λέγεις· Τί γὰρ ἐβλάπτετο ὁ ἅγιος Λὼτ προσκυνῶν τοῖς ἀγγέλοις; Μακ. Μὴ γὰρ ὡς Κυρίῳ τῷ Θεῷ προσκυνεῖ αὐτοῖς; Ὀρθ. Ἀνάγνωθιτὰ ἑξῆς. Μακ. Ἀνάγνωθι αὐτός. Ὀρθ. Μετὰ τὰ ἀναγνωσθέντα ἐπιφέρει, ὅτι ἐξένισεν αὐτούς· καὶ ἦλθον οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ζητοῦντες παρα 28.1221 νομῆσαι εἰς τοὺς ἄνδρας. Καὶ ὁ Λὼτ τὰς θυγατέρας ἐδίδου εἰς ὕβριν μᾶλλον ἢ τοὺς ἄνδρας. Καὶ ἐπιμενόν των τῶν Σοδομιτῶν τῇ ἀθέῳ γνώμῃ, ἐπεσπῶντο οἱ ἄγγελοι τὸν Λὼτ εἰς τὴν οἰκίαν, ἐκείνους δὲ ἐπάταξαν ἀορασίᾳ. Ἢ οὐχ οὕτως; Μακ. Οὕτως. Ὀρθ. Καὶ ἑξῆς γέγραπται· «Εἶπον δὲ οἱ ἄνδρες πρὸς Λώτ· Ἔστι σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες; ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τό που τούτου. Ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς ὁ Κύριος ἐκτρίψαι αὐτήν.» Μακ. Ἀκούεις, ὅτι ὁμολογοῦσιν ἀπεστάλθαι παρὰ Κυρίου; Μὴ αὐτοὶ Κύριοί εἰσιν; Ὀρθ. Ἐὰν οὖν λέγῃ ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτὴρ, ὅτι «Οὐκ ἀπ εστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» καὶ ἀλλαχοῦ· «Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, καὶ ὁ πέμψας με ἐντολήν μοι δέδωκεν·» τί εἴπω, ἢ τί λαλήσω; Οὐκέτι ὁμολογεῖται Κύριος, ἐπειδὴ ἀπεστάλη; Μακ. Καὶ ὁ Υἱὸς ὁμολογουμένως Κύριός ἐστιν· μὴ καὶ τὸ Πνεῦμα; Ὀρθ. Τελείως ἐνταῦθα καὶ συμπροσκυνεῖται καὶ συγκυριολογεῖται τῷ Υἱῷ. Μακ. Ἤδη γὰρ δέδεικται, ὅτι Υἱὸς ἦν τῷ Λὼτ ὁ διαλεγόμενος; Ὀρθ. Μακροθύμει, καὶ ὁμολογήσεις. Μακ. Οἶδα, ὅτι περισπᾷς με, μὴ δυνάμενος εἰπεῖν, ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα. Ὀρθ. Τέως γνῶ μεν, τίνες ἦσαν οὗτοι οἱ φαινόμενοι ἄνδρες, καὶ τότε αὐτὸ τὸ Πνεῦμα δώσει πάντων τῶν ζητουμένων τὴν εὕρεσιν. Μακ. Ἐγὼ, ὡς ἔχει ἡ Γραφὴ, ἀγγέλους λέγω. Ὀρθ. Κἀγὼ ἀγγέλους καὶ ἄνδρας λέγω· ἀλλ' ὥσπερ τέως ὡμολόγηται ἡμῖν, ὅτι εἷς τῶν τριῶν ἀν δρῶν Κύριος ὁ Θεὸς, οὕτως ἡ ἐξέτασις εὑρήσει καὶ οἱ δύο τίνες ἦσαν. Μακ. Εἰπὲ τί θέλεις. Ὀρθ. Τὰ ἑξῆς ἀναγινώσκω; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ἡνίκαδὲ ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λαβὲ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν, καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χει ρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυ γατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε