1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

25

ἄνθρωπον ἐκεῖνον οἴεται, εἶθ' οὕτως ἐπεμβαλεῖν τὸ νοερόν, ὅπερ ἄλλο τι παρὰ τὸ πνεῦμα εἶναί φησιν, ἐπὶ μὲν ἡμῶν νοῦν, ἐπὶ ἐκείνου δὲ θεὸν ὀνομάζων· εἰ γάρ τις οὐρανίου ἀνθρώπου πλάσις καθ' ὁμοιότητα τοῦ χοϊκοῦ παρ' αὐτοῦ πρότερον ἐπεδείχθη, προήχθημεν ἂν δι' ἀκολουθίας τῷ μύθῳ, μαθόντες παρὰ τῆς καινῆς ταύτης σοφίας, ὅτι τὸ μὲν ἐπίγειον τῶν ἀνθρώπων φῦλον ἐκ νοερᾶς ψυχῆς καὶ σώματος τὴν σύ στασιν ἔχει, γένος δέ τι ἔστιν ἐπουρανίων ἀνθρώπων, οἷς ἄλογος μὲν ἡ ψυχὴ σῶμα δὲ ἀνθρώπινον καὶ θεὸς ἀντὶ νοῦ τῷ λόγῳ τοῦ σώματος καὶ τῆς ψυχῆς ἀνακιρνᾶται, ἐξ ὧν εἶναι τὸν ἐπὶ γῆς φανέντα Ἀπολινάριος οἴεται. ἐκείνου δὲ μήτε ἀποδειχθέντος μήτε ὄντος, τοῦ δὲ διὰ τῆς παρθένου γεννηθέντος ἀθετουμένου ὡς οὐδὲ τῆς ἡμετέρας μετασχόντος φύσεως, ἀλλότριον ἡγοῦμαι καὶ ἀνακόλουθον σῶμα μὲν ὀνομάζεσθαι τὸ μὴ σῶμα, ψυχὴν δὲ ἀνθρώπου τὴν μὴ ψυχήν.

Εἰ γὰρ μὴ νοερὰν αὐτήν τις εἶναι ὁμολογοίη, οὐδὲ ἀνθρώπου αὐτὴν ὅλως συνθήσεται. τούτων δὲ μὴ ὄντων τίνα καιρὸν ἔχει ἡ τριμερὴς ἐκείνη τοῦ ἀνθρώπου τομή, ἧς τὸ μὲν δίμοιρον ἄνθρωπος, θεὸς δὲ τὸ τριτημόριον; Οὐ γὰρ ἄν, φησίν, ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς εἴη, εἰ μὴ τυγχάνοι καθάπερ ἄνθρωπος νοῦς ἔνσαρκος ὤν. ἐγὼ δὲ εἰ μὲν ἐκεῖνος ὁ ἄνθρωπος ἄνους ἦν, ἐν ᾧ θεὸς κατήλ λαξε τὸν κόσμον ἑαυτῷ, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ὁ ταῦτα γρά φων ἔξω διανοίας ἦν, καθ' ὃν ἔγραφε ταῦτα χρόνον, κἂν ἐγὼ μὴ εἴπω, τὰ γεγραμμένα βοᾷ. πῶς γίνεται ἐν ὁμοιώματι ἀνθρώ που ὁ ἄλλο τι παρὰ τὸν ἄνθρωπον ὢν καὶ πάντῃ <ἀμέτοχον> τῆς ἡμετέρας φύσεως; εἰ γὰρ νοερὰ ψυχὴ καὶ σῶμα τὸ ἀνθρώπινον σύγκριμα, μήτε δὲ τὸ σῶμα τοῦτο μήτε ἡ ψυχὴ ἐκείνη ἐν τῷ παρ' αὐτοῦ ἀναπλασθέντι ἐστί, πῶς 3,1.187 δέχεται τὴν ὁμοίωσιν τοῦ ἀνθρώπου τὸ τῆς ἡμετέρας ἔκφυλον φύσεως; ἀλλ' οὐκ ἄνθρωπον αὐτὸν εἶναί φησιν, ἀλλὰ καθάπερ ἄνθρωπον, νοῦν ἔνσαρκον ὄντα. ταῦτά ἐστιν, ἅ με πείθει ἔξω διανοίας εἶναι τὸν γράφοντα. πῶς ὁμοιοῦται τῇ φύσει τὸ μὴ μέτοχον τῆς φύσεως; τίς δέ ἐστιν ὁ ἔνσαρκος ἐκεῖνος νοῦς ὁ συμφυὴς τῆς σαρκὸς καὶ ἀχώριστος, ἀεὶ τοιοῦτος ὤν; οὐκοῦν καὶ ἐκ τοιούτου πάντως ἐστίν; οὐ γὰρ ἂν εἴη γεννητὴ σάρξ, εἰ μὴ ἀπὸ σαρκὸς γένοιτο, καθώς φησί που ὁ κύριος ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν. [ἀλλ' ὕστερον γίνεται.] ποίαν οὖν περιτιθέμενος σάρκα ἔνσαρκος γίνεται; τὴν οὖσαν; <ἀλλ' ὕστερον γίνεται. τὴν μὴ οὖσαν;> ἀλλ' ἐκ τῆς αὐτῆς. [τὴν μὴ οὖσαν;] οὐκοῦν οὐ λέγεται ἔνσαρκος· οὐ γὰρ ἂν τῷ μὴ ὄντι ἐπονομάζοιτο. Ἀλλ' ἴδωμεν τὰς ἀφύκτους αὐτοῦ τῶν συλλογισμῶν ἀνάγκας, δι' ὧν ἡμᾶς πρὸς συγκατάβασιν τοῦ ἔνσαρκον εἶναι νοῦν τὸν μονογενῆ θεὸν συναναγκάζει. Εἰ μὴ νοῦς, φησίν, ἔνσαρκός ἐστιν ὁ κύριος, σοφία ἂν εἴη. ὢ τῆς ἀμάχου προτάσεως! τὸ ἕτερον ἐξ ἀμφοτέρων οἴεσθαι πάντως εἶναι τὸν κύριον, ἢ νοῦν ἔνσαρκον ἢ σοφίαν· διὰ τοῦτό φησιν ἐκεῖνο εἶναι, εἰ μὴ τοῦτό ἐστιν, ὅτ' ἂν μὴ νοῦς ἔνσαρκος ᾖ, πᾶν ὃ μή ἐστι νοῦς ἔνσαρκος, σοφία ἐστίν. τί οὖν ὁ λίθος; τί δὲ ὁ κάνθαρος; τί δὲ τὰ λοιπὰ τῶν φαινομένων; δώσει γὰρ ἐπὶ τούτων πάντως τῶν δύο τὸ ἕτερον, ἢ νοῦν αὐτὰ ἔνσαρκον ἢ σοφίαν εἶναι· ἀλλὰ μὴν οὔτε νοῦς οὔτε σοφία τούτων ἐστὶν οὐδέν. διαπέπτωκεν ἄρα τῷ λογογράφῳ ἡ πρότασις καὶ διερρύη πᾶν τὸ σκευώρημα τῇ τῆς ἀρχῆς διαλύσει συνδιαπεπτωκότος τοῦ λόγου. οὐδὲ γὰρ ἐδείχθη ταῦτα τὴν ἀντιδιαστολὴν πρὸς ἄλληλα ἔχοντα ὥστε, εἰ τὸ ἕτερον τούτων εἴη, μὴ εἶναι τὸ ἕτερον ἢ τὸ ἔμπαλιν, εἰ τὸ 3,1.188 ἓν μὴ ὑπάρχοι, τὸ λειπόμενον ὑπάρχειν πάντως. ἀλλὰ κωλύει οὐδὲν καὶ ἀμφότερα εἶναι κατὰ ταὐτὸν καὶ οὐθ έτερον. ἀλλὰ καὶ ἐκ τοῦ ἀντιστρόφου τὸ τῆς προτάσεως ἀσύστατον ἴδωμεν. εἰ γὰρ ὡς ἀληθὲς προτείνεται τὸ εἰ μὴ νοῦς ἐστιν ἔνσαρκος, σοφία ἂν εἴη, ἀληθὲς καὶ τὸ ἐκ τοῦ ἀντιστρόφου ἀναφαινόμενον ὅτι, εἰ σοφία ἐστί, νοῦς ἔνσαρκος οὐκ ἔστιν. ἀλλὰ μὴν σοφίαν εἶναι τὸν Χριστὸν πᾶς ὁ παραδεξάμενος τὴν πίστιν συντίθεται· ἄρα κατὰ τὴν τοῦ σοφοῦ πρότασιν τὸ μὴ εἶναι αὐτὸν νοῦν ἔνσαρκον ὁμολογεῖται ὥστε κατ' ἀμφότερα, κατά τε τὸν πρῶτον καὶ τὸν δεύτερον καὶ κατὰ τὸν νῦν λόγον, αὐτὸς ὁ