25
παραιτεῖται συνεχῶς, τοῦτο καὶ τότε ἐγίνετο. δʹ. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Ὅτι παίδων οὐδὲν διαφέρομεν. Βούλει ἀκοῦσαι καὶ τὰ δόγματα αὐτῶν, πῶς παίδων ἐστί; Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, φησὶ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Εἰκότως· οὐδὲν γὰρ οὕτω πρὸς ἄμυναν ὥρμηται, ὡς παιδικὴ διάνοια. Ἐπειδὴ γὰρ ἀλογίας ἐστὶ τὸ πάθος, πολλὴ δὲ ἡ ἀλογία, καὶ πολλὴ τοῦ λογισμοῦ ἡ ἐρημία ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, εἰκότως τυραννεῖται ὑπὸ θυμοῦ τὸ παιδίον· καὶ τοσαύτη ἡ τυραννὶς τοῦ θυμοῦ, ὥστε πολλάκις προσπταίσαντα καὶ διαναστάντα, ἢ γόνυ τύπτειν ἀγανακτοῦντα, ἢ τὸ ὑποπόδιον ἀναστρέφειν, καὶ οὕτως ἀναπαύειν αὐτῶν τὴν ὀδύνην καὶ τὴν ὀργὴν σβεννύναι. Τοιοῦτόν τι καὶ ὁ Θεὸς ἐποίησεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ δοὺς ἐκκόπτειν, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ Αἰγυπτίους ἀναιρῶν καὶ Ἀμαληκίτας τοὺς λελυπηκότας αὐτούς. Καὶ τοιαῦτα ἐπαγγέλλεται, ὥσπερ ἂν εἴποι τις· Πάτερ, ὁ δεῖνά με ἐτύπτησεν· εἶτ' ἐρεῖ ὁ πατήρ· Κακὸς ἄνθρωπος ὁ δεῖνα, καὶ μισήσωμεν αὐτόν. Οὕτω καὶ ὁ Θεὸς, Τοῖς ἐχθραίνουσί σοι, φησὶν, ἐχθρεύσω, καὶ τοὺς μισοῦντάς σε μισήσω. Καὶ πάλιν, ὅτε ὁ Βαλαὰμ ηὔχετο, παιδικὴ ἦν ἡ συγκατάβασις ἡ γεγονυῖα αὐτοῖς. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν τι τῶν οὐ φοβερῶν ἴδωσιν, οἷον ἢ ἔριον, ἢ ἄλλο τι τοιοῦτον, ἐξαίφνης φοβοῦνται· ὥστε δὲ μὴ ἐναπομεῖναι αὐτοῖς τὸν φόβον, ἄγομεν ὑπὸ τὰς ἐκείνων χεῖρας αὐτὸ, καὶ τίτθας ποιοῦμεν ὑποδεικνύειν· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν· ἐπειδὴ γὰρ φοβερὸς ἦν ὁ μάντις, ἔτρεψεν αὐτοῖς τὸν φόβον εἰς θάρσος. Καὶ καθάπερ τὰ ἀπογαλακτιζόμενα τῶν παιδίων ἐν καλαθίσκοις πάντα ἔχουσιν· οὕτω κἀκείνοις πάντα ἐδίδου, καὶ πολλὴν τὴν τρυφὴν ἐχορήγει. Ἀλλὰ τὸ παιδίον τὴν θηλὴν ἐπιζητεῖ· οὕτω καὶ οὗτοι τὴν Αἴγυπτον, καὶ τὰ ἐκεῖ κρέα. Ὥστε καὶ διδάσκαλον καὶ τροφέα καὶ παιδαγωγὸν οὐκ ἄν τις ἁμάρτοι τὸν Μωϋσέα προσειπών· πολλὴ γὰρ ἡ σοφία τοῦ ἀνδρός. Οὐκ ἔστι δὲ ἴσον ἀνδρῶν ἤδη φιλοσοφεῖν δυναμένων ἡγεῖσθαι, καὶ παίδων ἀλογίστων ἄρχειν. Καὶ, εἰ βούλεσθε καὶ ἕτερόν τι ἀκοῦσαι, καθάπερ ἡ τροφὸς τῷ παιδίῳ λέγει· Ὅταν ἀποπατῇς, ἀνάστειλόν σου τὰ ἱμάτια, καὶ μέχρι τοσούτου, ὅταν καθιζάνῃς· οὕτω καὶ ὁ Μωϋσῆς ἐποίει. Καὶ ὥσπερ πάντα τὰ πάθη τυραννεῖ ἐν τοῖς παισὶ (οὐδέπω γὰρ ἔχει τὸν ἡνίοχον), κενοδοξία, ἐπιθυμία, ἀλογία, θυμὸς, βασκανία· οὕτω καὶ ἐν τοῖς Ἰουδαίοις πάντα ταῦτα ἐκράτει· ἐνέπτυον, ἔτυπτον τὸν Μωϋσέα. Καὶ καθάπερ παιδίον λαμβάνει λίθον, καὶ πάντες βοῶμεν· Ὢ μὴ ῥίψῃς· οὕτω κἀκεῖνοι λίθους ἐλάμβανον κατὰ τοῦ πατρὸς, ὁ δὲ ἔφευγε. Καὶ καθάπερ εἰ κόσμον τινὰ ἔχοι ὁ πατὴρ, τοῦτον τὸ παιδίον αἰτεῖ παρ' αὐτοῦ φιλόκοσμον ὄν· οὕτω δὴ οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν πεποιήκασι τῇ ἱερωσύνῃ ἐπαναστάντες. Καὶ βάσκανοι δὲ μάλιστα πάντων ἦσαν, καὶ 62.331 μικρόψυχοι, καὶ κατὰ πάντα ἀτελεῖς. Τότε οὖν ἔδει φανῆναι τὸν Χριστὸν, εἰπέ μοι; τότε τὰ διατάγματα ταῦτα δοῦναι τὰ φιλόσοφα, ὅτε ἐμαίνοντο ὑπὸ τῆς ἐπιθυμίας, ὅτε ἵπποι ἦσαν θηλυμανεῖς, ὅτε χρημάτων δοῦλοι, ὅτε γαστρός; Ἀλλ' ἐξέχεεν ἂν τὰ τῆς φιλοσοφίας διδάγματα ἀνοήτοις οὖσι διαλεγόμενος· καὶ οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔμαθον ἄν. Καὶ ὥσπερ ὁ πρὸ τῶν στοιχείων ἀναγινώσκειν διδάσκων, οὐδέποτε οὐδὲ τὰ στοιχεῖα διδάξει, οὕτω δὴ καὶ τότε. Ἀλλ' οὐ νῦν· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πολλὴ ἡ ἐπιείκεια, πολλὴ ἡ ἀρετὴ πανταχοῦ καταπεφύτευται. Εὐχαριστῶμεν οὖν ὑπὲρ πάντων, καὶ μὴ πολυπραγμονῶμεν. Τὸν γὰρ καιρὸν οὐχ ἡμεῖς ἴσμεν, ἀλλ' ὁ τοῦ καιροῦ ποιητὴς, καὶ τῶν αἰώνων δημιουργός. Πάντων τοίνυν αὐτῷ παραχωρῶμεν· τοῦτο γάρ ἐστι 62.332 δοξάζειν τὸν Θεὸν, τὸ μὴ ἀπαιτεῖν αὐτὸν εὐθύνας ὧν ποιεῖ. Οὕτω καὶ Ἀβραὰμ δόξαν ἔδωκε τῷ Θεῷ, Πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἐκεῖνος οὐδὲ τὸ μέλλον ἠρώτησεν· ἡμεῖς δὲ καὶ τῶν παρελθόντων ἐξετάζομεν τὸν λόγον. Ὅρα πόση ἡ ἄνοια, πόση ἡ ἀγνωμοσύνη. Ἀλλὰ παυσώμεθα λοιπόν· οὐδὲν γὰρ ἀπὸ τούτου