25
τοιαῦτα ἀσχημονοῦσιν ἀκολουθοῦντες. Ἀλλὰ μὴ ἡμεῖς τοῦτο ποιῶμεν· καὶ γὰρ ἀπεστάλμεθα ἀνύσαι πολλὰ τῶν κατεπειγόντων, κἂν ἀφέντες ἐκεῖνα στῶμεν κεχηνότες πρὸς τὰ ἀνόνητα ταῦτα, ἀναλωθέντος ἡμῖν τοῦ καιροῦ παντὸς εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην δώσομεν δίκην. Εἰ γὰρ καὶ ἀσχολεῖν βούλει σαυτὸν, ἔχεις ἃ θαυμάζειν ὀφείλεις, καὶ περὶ ἃ κεχηνέναι πάντα τὸν χρόνον· ἅπερ οὐ γέλωτός ἐστιν ἄξια, ἀλλὰ θαύματος καὶ ἐπαίνων πολλῶν, ὡς ὅ γε τὰ καταγέλαστα θαυμάζων, καὶ αὐτὸς ἔσται τοιοῦτος, καὶ τοῦ γελωτοποιοῦντος χείρων· ὅπερ ἵνα μὴ πάθῃς, ἀποπήδησον ταχέως. Τί γὰρ καὶ ἕστηκας, εἰπέ μοι, πρὸς τὸν πλοῦτον κεχηνὼς καὶ ἀνεπτερωμένος; τί θαυμαστὸν ὁρᾷς καὶ ἱκανόν σου τοὺς ὀφθαλμοὺς κατασχεῖν; τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τοὺς οἰκέτας τοὺς μὲν βαρβάρους, τοὺς δὲ εὐνούχους, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ, καὶ τὴν καταμαλακιζομένην ἐν τούτοις ψυχὴν, καὶ τὴν ἀνεσπασμένην ὀφρὺν, καὶ τὰς περιδρομὰς, καὶ τοὺς θορύβους; Καὶ ποῦ ταῦτα ἄξια θαύματος; τί δὲ 60.422 οὗτοι τῶν ἐπαιτῶν διεστήκασι τῶν ὀρχουμένων, καὶ συριζόντων ἐπὶ τῆς ἀγορᾶς; Καὶ γὰρ καὶ οὗτοι πολλῷ τῷ λιμῷ τῆς ἀρετῆς κατεχόμενοι, χορεύουσιν ἐκείνων χορείαν καταγελαστοτέραν, ἀγόμενοι καὶ περιαγόμενοι, νῦν μὲν εἰς τραπέζας πολυτελεῖς, νῦν δὲ εἰς ἑταιριζομένων γυναικῶν καταγώγιον, νῦν δὲ εἰς κολάκων ἐσμοὺς καὶ παρασίτων πλῆθος. Εἰ δὲ χρυσοφοροῦσι, διὰ τοῦτο μάλιστα ἐλεεινοὶ, ὅτι τὰ μηδὲν πρὸς αὐτοὺς περισπούδαστα αὐτοῖς μᾶλλόν εἰσι. Μὴ γάρ μοι τὰ ἱμάτια ἴδῃς, ἀλλὰ ἀνακάλυψον αὐτῶν τὴν ψυχὴν, καὶ σκόπησον εἰ μὴ μυρίων γέμει τραυμάτων, καὶ ῥάκια περιβέβληται, καὶ ἔστιν ἔρημος καὶ ἀπροστάτευτος. Τί οὖν ὄφελος τῆς ἔξω μανίας; Καὶ γὰρ πολλῷ βέλτιον πένητα εἶναι ἐν ἀρετῇ ζῶντα, ἢ βασιλέα ὄντα μετὰ πονηρίας. Ὁ μὲν γὰρ πένης παρ' ἑαυτῷ ἀπολαύει πάσης τῆς κατὰ ψυχὴν τρυφῆς, καὶ οὐδὲ τῆς ἔξωθεν αἰσθάνεται πενίας διὰ τὸν ἔνδον πλοῦτον· ὁ δὲ βασιλεὺς τρυφῶν ἐν τοῖς οὐδὲν αὐτῷ προσήκουσιν, ἐν τοῖς μάλιστα αὐτῷ διαφέρουσι κολάζεται, ἐν ψυχῇ καὶ λογισμοῖς καὶ τῷ συνειδότι, τοῖς ἐκεῖ συναποδημοῦσιν αὐτῷ. Ταῦτ' οὖν εἰδότες, τὰ μὲν ἱμάτια ἀποθώμεθα τὰ χρυσᾶ, ἀνελώμεθα δὲ ἀρετὴν καὶ τὴν ἐκ ταύτης ἡδονήν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλῆς ἀπολαύσομεν τῆς τρυφῆς, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Εʹ. Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώ σει, παρέδωκεν ὁ Θεὸς
αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. αʹ. Ἵνα μὴ δόξῃ αὐτοὺς αἰνίττεσθαι, ἐπὶ πολὺ τῷ τῆς παιδεραστίας ἐνδιατρίβων λόγῳ, μετέβη λοιπὸν ἐφ' ἕτερα εἴδη ἁμαρτημάτων· διὸ καὶ ἐφ' ἑτέρων προσώπων προάγει τὸν λόγον ἅπαντα. Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόμενος περὶ ἁμαρτημάτων, καὶ βουλόμενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς μέσον τὰ ἔθνη, λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν· καὶ πάλιν, Μὴ λυπεῖσθε, ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· οὕτω καὶ ἐνταῦθα δείκνυσιν ἐκείνων τὰ ἁμαρτήματα ὄντα, καὶ πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης· οὐ γὰρ ἀγνοίας, ἀλλὰ μελέτης εἶναί φησι τὰ τολμήματα. ∆ιόπερ οὐκ εἶπε. Καὶ καθὼς οὐκ ἔγνωσαν, ἀλλὰ, Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει· κρίσεως διεφθαρμένης καὶ φιλονεικίας μᾶλλον, οὐ συναρπαγῆς λέγων εἶναι τὸ ἁμάρτημα, καὶ δεικνὺς οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν αἱρετικῶν φασιν, ἀλλὰ τῆς διανοίας ὄντα τῆς πονηρᾶς ἐπιθυμίας τὰ ἁρμαρτήματα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν. Ἐπειδὴ γὰρ ὁ νοῦς ἀδόκιμος γέγονε, πάντα παρεσύρη λοιπὸν καὶ ἀνετράπη, τοῦ ἡνιόχου διαφθαρέντος. Πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ. Ὅρα πάντα μετ'