1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

25

ἡμετέρας πρὸς ὑμᾶς προμηθείας καὶ γαληνότητος· ὧν ἀντίδοτέ μοι τὴν μετὰ θάνατον εὔνοιαν πρὸς αὐτούς, ὥσπερ καὶ ἐπ' ἐμοὶ τὰ τῆς εὐγνώμονος καὶ ὀρθῆς διαθέσεως διανοούμενοι καὶ καταπραττόμενοι. οὐκέτι γὰρ ὑμᾶς θεάσομαι τοῦ λοιποῦ, οὐ τοιούτοις παρακαλέσομαι ῥήμασιν, οὐ τοσαύταις δυσωπήσομαι παραινέσεσιν, οὐχ ἱκετεύσω σὺν δάκρυσιν. τοιαῦτα προσειπόντος τοῦ βασιλέως πολὺς ὀδυρμὸς στεναγμός τε καὶ κωκυτὸς παρὰ πάντων ἀνεπέμπετο. 3.19 Συγκυκῶν δὲ Θεόφιλος τὸ τῆς εὐσεβείας ἄκλυστον πέλαγος τοὺς ἐν αὐτῷ πλέοντας ἀκυμάντως δεινῶς ἐκλυδώνιζεν· ἐν οἷς καὶ τὸν σύγκελλον Μιχαὴλ τῆς Ἱεροσολυμίτιδος ὁμηγύρεως συνάμα πολλοῖς ἀσκηταῖς φυλακαῖς ἐναπέκλεισεν, μεθ' ὧν Θεοφάνην τε καὶ Θεόδωρον τοὺς τῆς ὀρθοδοξίας συνασπιστὰς Σκυθικῶς ἐπιπροσωπείοις διεγράψατο κεντήμασιν. τοιαῦται δὴ καὶ τοσαῦται αἱ κατὰ τῆς εὐσεβείας αὐτοῦ θύελλαι διενέσκηπτον. οὐ μὴν ἀλλὰ καὶ χειμῶνες πολλοὶ κατ' ἀέρος, δυσφορίαι τε καὶ αὐχμηρίαι καὶ σιτοδεῖαι ἐκ δυσκρασίας, παλμοί τε καὶ ἀναβρασμοὶ γῆς καθ' ἡμέραν τῆς αὐτοῦ βασιλείας γεγόνασιν, καὶ φυγὴ καθόλου παρῆν εὐσεβῶν ἐν χειμῶνι τῆς αὐτοῦ ἀσεβείας, κατὰ τὸ λόγιον, καὶ οὐδενὶ παντὸς σαββάτου ἀνάπαυσις ἐξ ἀπανθρωπίας αὐτοῦ θυελλιζούσης Χριστιανῶν γαληναῖον κατάστημα. καὶ γὰρ ἐν τοῖς τοιούτοις αὐτοῦ κακοτεχνήμασι τὸν Ἰαννῆν πατριάρχην καθίστησι, συμμύστην καὶ λειτουργὸν τῆς κακίστης αἱρέσεως. 3.20 Ὅστις Θεόφιλος μετὰ πλειόνων ἐλαττωμάτων ὑπέροφρυς ἦν, κἂν ἔν τισι τῶν καλῶν εἴτε ἑκών, εἴτε ἄκων πεφιλοτίμητο πλεονεκτήμασι φύσεως. καὶ γὰρ τῶν τειχῶν Βυζαντίδος τῆς πόλεως χθαμαλῶν ὄντων καὶ τοῖς πολεμίοις ἐντεῦθεν ἐμπαρεχόντων τὸ εὐεπίβατον, οὗτος ὑψώσας ἀνενεώσατο, τούτοις καθεὶς γραφὴν τοῦ ἰδίου ὀνόματος. πρὸς ἔπαινον δὲ καὶ τοῦτο τὸ φιλότιμον ἐντεθείσθω, ὃ καὶ τοῖς βασιλεῦσιν ἴσως ἔστω ἀποδεκτὸν τὸ φιλοκερδὲς ἀποσειομένοις ἢ μᾶλλον κακοκερδές, κἂν ἐξ ὑπεροψίας εἰπεῖν οἰκειότερον. ποτὲ γὰρ πλοίου διερχομένου κατὰ τὴν ἅλα τοῦ Βουκολέοντος, περί γε τούτου ὁ βασιλεὺς ἐπυνθάνετο, τίνος ἂν εἴη. οἱ παρεστῶτες ἀπολελόγηντο· τῆς δεσποίνης. ὁ δὲ δυσφόρως διατεθεὶς ἐπὶ τούτῳ προσκαλεῖται ταύτην, καὶ παρ' αὐτῆς τὸ ἀληθὲς ἐγνωκώς· οἴμοι, ἔφη, φανερωθέν<τι> ναυκλήρῳ, ἐπείπερ τοῦτο τῆς ἐμῆς συμβίου καθέστηκεν, καὶ ἅμα τῷ λόγῳ παρεκελεύετο πυρποληθῆναι τὴν ναῦν σὺν τοῖς ἀγωγίμοις πολλοῖς καὶ τιμίοις κατὰ πραγματείαν ὑπάρχουσι, μὴ τούτων ὅλως φεισάμενος εἰς ἔπαινον βασιλικῆς τιμιότητος δημοκηδίᾳ μᾶλλον ἢ δημοβορίᾳ συνιστώσης ἐπίκτησιν. 3.21 Πολυπράγμων δὲ περὶ ζητημάτων τῶν ἀποκρύφων ἐτύγχανε λίαν Θεόφιλος· ὧν χάριν καὶ Μεθόδιον τὸν ὅσιον, ἅτε σοφὸν ὄντα καὶ περὶ τὰς λύσεις αὐτῶν ἱκανῶς ἔχοντα, τῆς φυλακῆς ἀνερρύσατο, συνδιάγειν αὐτῷ κατὰ τὸ παλάτιον αἱρησάμενος, κἂν διὰ τὸ ὀρθὸν δόγμα πως αὐτὸν ἐμυσάττετο. 3.22 Ὃς τὴν τῆς βασιλείας ἀρχὴν διαιτήσας ἐπὶ ιβʹ ἔτεσιν μησί τε τρισὶν κατὰ τὴν προρρηθεῖσαν νόσον τὸ κοινὸν ἀνέπλησεν ὄφλημα μηνὶ Ἰαννουαρίῳ κδʹ, ἀφρόνως τῆς ὀρθοδόξου πλεῖστα καταλαζονευσάμενος πίστεως. 4.t <ΒΑΣΙΛΕΙΩΝ ∆> ΠΕΡΙ ΜΙΧΑΗΛ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ 4.1 Τὰ δὲ πατρῷα σκῆπτρα ἐν ἔτει ϛτνʹ, ἰνδικτιῶνος εʹ, διϊθύνειν καταλιμπάνεται Μιχαὴλ σὺν μητρὶ Θεοδώρᾳ θεόφρονι, αὐτοῦ τε τὰ τῆς ἐπιτροπείας ὅ τε πατρίκιος Θεόκτιστος καὶ Μανουὴλ ὁ πρωτομάγιστρος ἠξίωται, ᾧ καὶ διὰ μερίμνης ἐνῆν τὸ φιλοδεσποτεῖν καὶ λόγοις πρὸς τοῦτο καὶ πράξεσι διατίθεσθαι. οὐκοῦν ἔξεισι κατὰ τὸν ἱππόδρομον, καὶ πάντα τὸν ὑπασπιστὴν λαὸν συναγείρας καὶ οἷς πληροφορίαν ἐκέκτητο στρατιώταις τὰ πρὸς εὐπείθειαν αὐτῷ συντηρῆσαι, προοίμιον οὕτως τοῦ λόγου προδιατίθησιν· οἴδατε πάντες, ὦ ἄνδρες, ὁποῖα τὰ πρὸς ὑμᾶς τῆς ἀγάπης γνωρίσματα, ἔν τε κηδεμονίαις ἔν τε προστασίαις φιλόφροσι, συνάμα ταύταις καὶ εὐεργεσίαις μηδ' ὅλως ἐξισταμένων ἡμῶν. καὶ διὰ τοῦτο χρεὼν ὑμᾶς ἡμῖν ἀποδοῦναι τὰς ἀντιχάριτας, ἔν τε λόγων πειθοῖ καὶ τῶν ἔργων· καὶ ὅπερ ἂν ἡμῖν αἱρετὸν διακέκριται, τοῦτο ἑλέσθαι σπουδάζοιτε, καὶ ὃ ἐὰν