1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

25

ἀποκάλυψις προδείκνυσι τὰ ἐσόμενα. "Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν." ιθʹ. Ἐγὼ δὲ, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Τὸ "οὐκ ἔγνων" τῷ προφήτῃ ἁρμόττει, ὡς οὐ προσδοκήσαντι τὰ λυπηρά· οὐ προσέσχεν ἀκριβῶς ταῖς ∆εσποτικαῖς ὑποσχέ σεσιν, ἀλλ' ἀκούσας· "Τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ, ὡς πόλιν ὀχυρὰν, καὶ ὡς στύλον σιδηροῦν, καὶ ὡς τεῖχος χαλκοῦν, "ἐνόμισε μηδαμῶς πειρᾶσθαι σκυθρωποῦ. Ὁ δὲ θεῖος λόγος οὐ τοῦτο ὑπέσχετο, ἀλλ' ὅτι Κρείττων ἔσῃ τῶν λυπηρῶν· "Πολεμήσουσι γὰρ, φησὶ, πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ· διότι ἐγώ εἰμι μετὰ σοῦ, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος·" τῷ δὲ ∆εσπότῃ Χριστῷ καθ' ἑτέραν ἔννοιαν ὁ λόγος ἐστὶ πρόσφορος. Ὥσπερ γὰρ, φησὶν, ὁ ἀρ νειὸς ἀγόμενος εἰς σφαγὴν οὐκ οἶδεν ὃ πείσεται, καὶ τοῖς ἄγουσιν ἕπεται καταδεξάμενος τὸ πάθος. "Ὅτι ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν, λέγοντες· ∆εῦτε ἐμ βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα αὐτοῦ ἔτι." Τοῦτο τῷ προφήτῃ οὐθ' ὅλως ἁρμόττει· πῶς γὰρ οἷόν τε ἦν ξύλον ἐμβληθῆναι τῷ ἄρτῳ; Τῷ δὲ ∆εσπότῃ Χριστῷ καὶ μάλα τῆς προφητείας ὁ λόγος προσήκει· ἄρτον γὰρ τὸ ἑαυτοῦ προσηγόρευσε σῶμα· "Ὁ ἄρτος γὰρ, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Τοῦτον τὸν ἄρτον ξύλῳ προσήλωσαν, νομίζοντες αὐτοῦ κατασβεννύναι τὴν μνήμην. Εἶτα ὁ προφήτης. κʹ. Σὺ δὲ, Κύριε τῶν δυνάμεων, ὁ κρίνων δί καια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς· ὅτι πρὸς σὲ 81.577 ἀνεκάλυψα τὸ δικαίωμά μου. Νεφροὺς, ὡς πολλάκις εἰρήκαμεν, τοὺς λογισμοὺς ὀνομάζει· ἐπειδὴ τὸ ἐπιθυμητικὸν ἐν τοῖς νεφροῖς ὂν, ἀνακινεῖ πολλάκις τὸν λογισμόν. Οὐ μάτην μέντοι συνεχώρη σεν ὁ Θεὸς τὸν προφήτην πειραθῆναι τῶν λυπηρῶν· ἀλλ' ἐπειδὴ πολλάκις ἐπεχείρησε τὰς ὑπὲρ τῶν παρα νομούντων πρεσβείας προσενεγκεῖν, πεῖσαι βουλό μενος αὐτὸν μὴ ἑαυτὸν μὲν νομίζειν φιλάνθρωπον, τὸν δὲ τῆς ἀγαθότητος θησαυρὸν ἀπηνῆ, συνεχώρησε γενέσθαι τὴν ἐπανάστασιν· ὁ δὲ λίαν ἀλγήσας, κρί ναι δικαίως ἀντιβολεῖ τὸν Θεὸν, καὶ δίκας ἀπαιτῆσαι τοὺς ἀνοσίους· δέχεται δὲ τὴν ἱκεσίαν ὁ ∆εσπότης, καὶ δίδωσι τὴν ἀπόκρισιν, καὶ κόλασιν ἀπειλεῖ, καὶ τοὺς μὲν ἐν πολέμῳ σφαγήσεσθαι λέγει, τοὺς δὲ λιμῷ διαφθαρήσεσθαι. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ἀλλὰ πάλιν ὁ προφήτης, θεώμενος τῶν πονηρίᾳ συζώντων τὴν εὐπραξίαν, τούτου τὴν αἰτίαν διδαχθῆ ναι ἀντιβολεῖ. αʹ. ∆ίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ. Οἶδα, φησὶν, ἀκριβῶς τῆς σῆς ψήφου τὸ δίκαιον· οὐκ ἄτοπον δὲ οὐδὲ ἐγὼ προσφέρειν ἡγοῦμαί σοι πεῦσιν. "Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα;" βʹ. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποίησαν, καὶ ἐποίησαν καρπόν. ∆ιὰ τού των εὐπραξίαν ἐδήλωσε· τὴν δὲ ἄθεον γνώμην διὰ τῶν ἐπαγομένων ἐδήλωσε σημαίνων· "Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν." Ἐν μόνοις, φησὶ, τοῖς λόγοις προσ ηγορίαν προσφέρουσι τὴν σήν· ἐκ γὰρ τῶν λογισμῶν τὴν σὴν ἐξέβαλον μνήμην. γʹ. Καὶ σὺ, Κύριε, γινώσκεις με, εἶδές με, ἐδο κίμασας τὴν καρδίαν μου. Οὐ γὰρ μόνον τὰ φαινόμενα οἶδας, ἀλλὰ καὶ τοὺς λανθάνοντάς μου λογισμούς. "Ἄθροισον αὐτοὺς ὡς πρόβατα εἰς σφαγὴν, καὶ ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν." Τὸ ἅγνισον, ἀντὶ τοῦ ἀφόρισον λέγει. Ἀφορίζει γὰρ ἑαυτὸν ὁ ἁγνίσασθαι βουλόμενος· διὸ καὶ ὁ Σύρος εὐτρέπισον ἀντὶ τοῦ ἅγνισον τέ θεικεν. δʹ. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ ὁ χόρτος πᾶς τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατ οικούντων τὴν γῆν; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπον, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. Τῆς τούτων ἕνεκα παρανομίας ἔρημος ἡ γῆ