26
τὴν ἑαυτοῦ ψυχὴν, καὶ μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Εἶπε δὲ Λὼτ πρὸς αὐτόν· ∆έομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναν τίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ' ἐμὲ, τοῦ ζῇν τὴν ψυχήν μου. Ἐγὼ δὲ οὐ δυνή σομαι σωθῆναι εἰς τὸ ὄρος, μή ποτε μεταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά. Ἐκεῖ σωθήσομαι. Οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου.» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι, γνοὺς αὐτῶν τὴν κοινότητα καὶ ἑνότητα, προσπεσὼν αὐτοῖς εἶπεν· «∆έομαι, Κύ ριε,» οὐχὶ, Κύριοι. Ἤδει γὰρ, ὅτι οὐδεὶς δύναται δυσὶ 28.1224 κυρίοις δουλεύειν· δύο δέ εἰσιν, ὅτε ὁ μὲν τοῦτο θέ 28.1224 λει, ὁ δὲ τοῦτο. Εἰπὲ οὖν καὶ αὐτὸς Υἱῷ καὶ τῷ Πνεύ ματι· ∆έομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, οὐκ, Ἐναντίον ὑμῶν, ἵνα μὴ διέλῃς τὴν κυριότητα. Εἰ γὰρ ὁ κολλώμενος τῷ Θεῷ ἓν πνεῦμά ἐστι, πῶς δυνατὸν τὸ Πνεῦμα χωρίζεσθαι τοῦ χορηγοῦντος αὐτό; Μακ. Ἤδη γὰρ δέδεικται, ὅτι τὸ Πνεῦμα καὶ ὁ Υἱὸς ἦσαν οἱ ἄγγελοι. Ὀρθ. Τοῖς οὖν φύσει ἀγγέλοις εἶπεν ὁ ἅγιος Λώτ· «∆έομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου χάριν ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ' ἐμὲ, τοῦ ζῇν ψυχήν μου.» Μακ. Καὶ πάνυ. Ὀρθ. Οὐκοῦν ἄκουε καὶ πάλιν τῶν ἑξῆς· «Καὶ εἶπεν αὐτῷ·» οὐκέτι λέγει, Οἱ ἄγγελοι, ἀλλὰ δηλονότι Ὁ ὁμολογηθεὶς Κύριος· «Ἰδοὺ, ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ. Οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.» Καὶ οὐκέτι εἶπεν· ∆υνησόμεθα, καίτοιγε ἐν ἀρχῇ ἔλεγον, ὅτι Ἐκτρίβομεν ἡμεῖς τὴν πόλιν, ὅτε αὐτοὺς ἐνόμιζεν ἄνδρας καὶ ἀγγέλους εἶναι. Ὅτε δὲ αὐτῶν τὴν κυριότητα ἔγνω, καὶ οὐκέτι κυρίους καλεῖ, ἀλλὰ Κύριον λέγει, λέγων, «∆έομαι, Κύριε,» τότε καὶ αὐτοὶ ὡς εἷς αὐτῷ διαλέγονται. Οὐ γὰρ λέγουσιν, Ἐθαυμάσαμέν σου τὸ πρόσωπον, ἀλλὰ, «Ἐθαύμασα.» Μακ. Ὁ Πατὴρ οὖν ἦν μετ' αὐτῶν ὀφθείς; Ὀρθ. Καὶ πάνυ. Μακ. Πῶς οὖν λέγει· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε;» Ὀρθ. ∆ιὰ γὰρ τοῦτο ὡς ἄνδρες ὤφθησαν, ἐπειδὴ ὅ ἐστι τῇ φύσει, οὐδεὶς οὔτε εἶδεν, οὔτε ἰδεῖν δύναται. Μακ. Ἐγὼ λέγω, ὅτι ὁ Υἱὸς ἦν ὁ ὀφθεὶς τῷ Ἀβραάμ. Ὀρθ. Πάλιν οὖν ἀναχωρῶ τοῦ ἀναγνώσματος; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ὁ ἥλιοςἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα πῦρ καὶ θεῖον παρὰ Κυ ρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψεν πάσας τὰς πόλεις.» Ποῖος Κύριος; δῆλον, ὅτι ὁ εἰρηκὼς τῷ Λὼτ, ὅτι «Ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥή ματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν σωθῆναι ἐκεῖ. Οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.» Μακ. Ὁ εἷς ἦν ὁ Κύριος· μὴ γὰρ οἱ δύο; Ὀρθ. Εἶπον, ὅτι τοῖς δυσὶν ὡς ἑνὶ διελέγετο. Ἀμέλει οἱ δύο λέγουσιν· «Εἰ ἔστι σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἐξάγαγε μετὰ σεαυτοῦ. Ἀπόλλυμεν γὰρ ἡμεῖς τὴν πόλιν ταύτην.» Ποτὲ οὖν τὸ «Ἡμεῖς» λέγει διὰ τὰς ὑποστάσεις, ποτὲ δὲ τὸ «Ἐγὼ» διὰ τὴν φύσιν. «Σύνετε οὖν,» καθὼς εἴρηται, «ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε.» Ὅτι καὶ Ἀβραὰμ, τὰς τρεῖς ὑποστάσεις ἐγνωκὼς, Κύριον λέγει· καὶ Λὼτ, τὰς δύο ἐγνωκὼς, ὁμοίως Κύριον λέ γει· καὶ μὴ διαιρεῖτε τὰ ἀδιαίρετα, μηδὲ μερί ζετε τὰ ἀμέριστα. Μακ. Ἔχεις μοι εἰπεῖν, ποῦ 28.1225 γέγραπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Τέως ἔμαθες, ὅτι καὶ ἡ Παλαιὰ ∆ιαθήκη οἶδε τὰς τρεῖς ὑποστάσεις· καὶ οὐκ ἐπιλανθανομένη τῶν προειρημένων λέγει· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν,» ἀλλ' ἑνοῦσα τὴν θεότητα. Ἄκουε οὖν τοῦ Ἰὼβ λέγοντος· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσ σης ὡς ἐπὶ ἐδάφους.» ∆ῆλον, ὅτι τὸν Υἱὸν λέγει προ φητικῶς. Ὁ γὰρ περιπατήσας ἐπὶ θαλάσσης αὐτός ἐστιν. Μακεδ. Ἰδὲ οὖν πάλιν, ὁ Υἱὸς μόνος περιεπά τησεν ἐπὶ τῆς θαλάσσης. Ὀρθ. Ἀλλ' εἶπον, ὅτι τὸ μόνος ἐπὶ τῆς θεότητος λαμβανόμενον ὡς ἐπὶ τὸ πλεῖ στον Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει. Εἰσὶ δέ