26
ὑγρότητος, τῷ πυρὶ δὲ διὰ τοῦ θερμοῦ συμπλεκόμενος. Τὸ δὲ πῦρ θερμὸν καὶ ξηρὸν ὑπάρχον τὴν φύσιν, τῷ μὲν θερμῷ πρὸς τὸν ἀέρα συνδεῖται, τῷ ξηρῷ δὲ πάλιν πρὸς τὴν κοινωνίαν τῆς γῆς ἐπανέρχεται. Καὶ οὕτω γίνεται κύκλος καὶ χορὸς ἐναρμόνιος, συμφωνούντων πάντων καὶ συστοιχούντων ἀλλήλοις. Ὅθεν κυρίως αὐτοῖς καὶ ἡ προσ ηγορία τῶν στοιχείων ἐφήρμοσται. Ταῦτά μοι εἴρηται παριστῶντι τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς τὴν ξηρὰν ἐκάλεσε γῆν, ἀλλ' οὐχὶ τὴν γῆν προσεῖπε ξηράν. ∆ιότι τὸ ξηρὸν οὐχὶ τῶν ὕστερον προσγινομένων ἐστὶ τῇ γῇ, ἀλλὰ τῶν ἐξ ἀρχῆς συμπληρούντων αὐτῆς τὴν οὐσίαν. Τὰ δὲ αὐτὴν τοῦ εἶναι αἰτίαν παρέχοντα, πρότερα τῇ φύσει τῶν μετὰ ταῦτα προσγινομένων καὶ προτιμότερα. Ὥστε εἰκότως ἐκ τῶν προϋπαρχόντων καὶ πρεσβυτέρων ἐπενοήθη τῇ γῇ τὰ γνωρίσματα. 4.6 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσεως ὁ ποιητὴς, ἀλλὰ τῇ ἀρρήτῳ σοφίᾳ θεωρεῖ τὰ γινόμενα. Ἡδὺ μὲν γὰρ θέαμα, λευκαινομένη θάλασσα, γαλήνης αὐτὴν σταθερᾶς κατεχούσης· ἡδὺ δὲ καὶ ὅταν πραείαις αὔραις τραχυνομένη τὰ νῶτα, πορφύρουσαν χρόαν ἢ κυανῆν τοῖς ὁρῶσι προσ βάλλῃ· ὅτε οὐδὲ τύπτει βιαίως τὴν γείτονα χέρσον, ἀλλ' οἷον εἰρηνικαῖς τισιν αὐτὴν περιπλοκαῖς κατασπάζεται. Οὐ μὴν οὕτω καὶ Θεῷ οἴεσθαι χρὴ τὴν Γραφὴν εἰρηκέναι καλὴν καὶ ἡδεῖαν ὦφθαι τὴν θάλασσαν, ἀλλὰ τὸ καλὸν ἐκεῖ τῷ λόγῳ τῆς δημιουργίας κρίνεται. Πρῶτον μὲν, ὅτι πηγὴ τῆς περὶ γῆν ἁπάσης νοτίδος ἐστὶ τὸ τῆς θαλάσσης ὕδωρ· τοῦτο μὲν ἐν τοῖς ἀφανέσι πόροις διαδιδόμενον, ὡς δηλοῦσιν αἱ σομφώδεις τῶν ἠπείρων καὶ ὕπαντροι, ὑφ' ἃς ἡ ῥοώδης διαυλωνίζουσα θάλασσα, ἐπειδὰν σκολιαῖς καὶ οὐ πρὸς τὸ ὄρθιον φερομέναις ἐναποληφθῇ διεξόδοις, ὑπὸ τοῦ κινοῦν τος αὐτὴν πνεύματος ὠθουμένη, φέρεται ἔξω τὴν ἐπιφάνειαν διαρρήξασα, καὶ γίνεται πότιμος ἐκ τῆς διηθήσεως τὸ πικρὸν ἰαθεῖσα. Ἤδη δὲ καὶ θερμοτέρας ἐκ μετάλλων ποιότητος κατὰ τὴν διέξοδον προσλαβοῦσα, ἐκ τῆς αὐτῆς τοῦ κινοῦντος αἰτίας ζέουσα γίνεται, ὡς τὰ πολλὰ, καὶ πυρώδης· ὅπερ πολλαχοῦ μὲν τῶν νήσων, πολλαχοῦ δὲ τῶν παραλίων τόπων ἔξεστιν ἱστορῆσαι. Ὅπου γε καὶ κατὰ τὴν μεσόγειαν, τόποι τινὲς τῶν ποταμίων ὑδάτων γείτονες, ὡς μικρὰ μεγάλοις εἰκάσαι, τὰ παραπλήσια πάσχουσι. Πρὸς οὖν τί τοῦτο εἴρηταί μοι; Ὅτι πᾶσα ὑπόνομός ἐστιν ἡ γῆ, διὰ πόρων ἀφανῶν ἐκ τῶν ἀρχῶν τῆς θαλάσσης ὑπονοστοῦντος τοῦ ὕδατος. 4.7 Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν· καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται ῥεύματα, καὶ μένει τῶν ὅρων εἴσω τῶν ἑαυτῆς· καλὴ καὶ διότι τοῖς ἀερίοις ὕδασιν ἀρχὴ τίς ἐστι καὶ πηγὴ, θαλπομένη μὲν τῇ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν, ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπον, εἶτα κατα ψυχθὲν διὰ τὸ ὑψηλότερον γενέσθαι τῆς ἀπὸ τοῦ ἐδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψύξιν ἐπιτεινούσης, ὑετὸς γίνεται, καὶ πιαίνει τὴν γῆν. Καὶ τούτοις οὐδεὶς ἀπιστεῖ πάντως τοὺς ὑποκαιομένους λέβητας ἐννοήσας, οἳ πλήρεις ὄντες ὑγροῦ, πολλάκις κενοὶ κατελείφθησαν, εἰς ἀτμὸν παντὸς τοῦ ἑψομένου διακρι θέντος. Ἀλλὰ καὶ αὐτό ἐστιν ἰδεῖν τὸ τῆς θαλάσσης ὕδωρ παρὰ τῶν ναυτιλλομένων ἑψόμενον· οἳ τοὺς ἀτμοὺς σπόγ γοις ὑποδεχόμενοι, τὴν χρείαν μετρίως ἐν ταῖς ἀνάγκαις παραμυθοῦνται. Καλὴ δὲ καὶ ἄλλως παρὰ Θεῷ, ὅτι περι σφίγγει τὰς νήσους, ὁμοῦ μὲν κόσμον αὐταῖς, ὁμοῦ δὲ καὶ ἀσφάλειαν παρεχομένη δι' ἑαυτῆς· ἔπειτα καὶ ὅτι τὰς πλεῖστον ἀλλήλων διεστώσας ἠπείρους συνάπτει δι' ἑαυτῆς, ἀκώλυτον τοῖς ναυτιλλομένοις τὴν ἐπιμιξίαν παρεχομένη· δι' ὧν καὶ ἱστορίας τῶν ἀγνοουμένων χαρίζεται, καὶ πλούτου πρόξενος ἐμπόροις γίνεται, καὶ τὰς τοῦ βίου χρείας ἐπανορ θοῦται ῥᾳδίως, ἐξαγωγὴν μὲν τῶν περιττῶν τοῖς εὐθηνου μένοις παρεχομένη, ἐπανόρθωσιν δὲ τοῦ λείποντος χαριζο μένη τοῖς ἐνδεέσι. Καὶ πόθεν