1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

26

καὶ ἐγκαλύπτομαι. Πλὴν ἀνάγνωθι ἐκείνας καὶ οὐκ ἔτι ταῦτα ἐρεῖς, κἂν μυριάκις φιλονεικῇς ἀθυμεῖν. Ἐπειδὴ καὶ περὶ Ἡρακλείδου τοῦ ἐπισκόπου ἡμῖν ἐδήλωσας, ἔξεστιν αὐτῷ, εἰ βουληθείη, δοῦναι ἔκστασιν καὶ πάντων ἀπαλλαγῆναι· οὐδὲν γὰρ ἄλλο λείπεται. Ἐγὼ δὲ εἰ καὶ μηδὲν μέγα ἤνυον, ἀλλ' ὅμως ἐδήλωσα τῇ κυρίᾳ μου Πενταδίᾳ ὥστε πᾶσαν σπουδὴν ἐπιδείξασθαι, εἴ τινα ἐπινοήσειε τῷ κακῷ παραμυθίαν. Ἔφης δὲ τετολμηκέναι δηλῶσαί μοι τὰ λυπηρὰ διὰ τὸ παρ' ἐκείνου κελευσθῆναι. Ποία τόλμα τοῦτο; Οὔτε ἐπαυσάμην λέγων, οὔτε παύσομαι ὅτι ἓν λυπηρὸν ἁμαρτία μόνον; τὰ δὲ ἄλλα πάντα κόνις καὶ καπνός. Τί γὰρ βαρὺ δεσμωτήριον οἰκῆσαι καὶ ἅλυσιν περικεῖσθαι; Τί δὲ βαρὺ πάσχειν κακῶς, ὅταν τοσαύτης ἐμπορίας τὸ πάσχειν κακῶς ὑπόθεσις γένηται; Τί δὲ ἐξορία βαρύ; Τί δὲ δήμευσις; Ῥήματα ταῦτά ἐστι δεινῶν πραγμάτων ἔρημα, ῥήματα λύπης ψιλά. Ἄν τε γὰρ θάνατον εἴπῃς, τὸ τῆς φύσεως ὄφλημα λέγεις ὃ πάντως ὑπομεῖναι δεῖ καὶ μηδενὸς ἐπάγοντος· ἄν τε ἐξορίαν εἴπῃς, οὐδὲν ἕτερον λέγεις ἢ χώραν καὶ τὰς πολλὰς πόλεις ὁρᾶν· ἄν τε χρημάτων δήμευσιν εἴπῃς, ἐλευθερίαν λέγεις καὶ τὸ εὔλυτον εἶναι. 9.5 Μαρουθᾶν τὸν ἐπίσκοπον μὴ διαλείπῃς, τό γε εἰς σὲ ἧκον θεραπεύουσα, ὥστε ἀνιμήσασθαι τοῦ βαράθρου. Μάλιστα γὰρ αὐτοῦ δέομαι διὰ τὰ ἐν Περσίδι. Καὶ μάθε παρ' αὐτοῦ, ἂν δυνατόν σοι γένηται, τί τε κατώρθωται ἐκεῖσε δι' αὐτοῦ καὶ τίνος ἕνεκεν παραγέγονε, καὶ δήλωσον ἡμῖν εἰ τὰς δύο ἐπιστολὰς ἃς ἔπεμψα αὐτῷ ἀπέδωκας· κἂν μὲν βουληθείη ἡμῖν ἐπιστεῖλαι, πάλιν ἐπιστελοῦμεν αὐτῷ· ἂν δὲ μὴ βουληθείη, κἂν τῇ εὐλαβείᾳ σου δηλώσῃ εἴ τι γέγονεν αὐτόθι πλέον καὶ εἰ μέλλοι τι κατορθοῦν πάλιν κατιών. Ἐγὼ γὰρ διὰ τοῦτο καὶ ἐσπούδαζον αὐτῷ συγγενέσθαι. Πλὴν πάντα τὰ παρὰ σοῦ γενέσθω· κἂν πάντες κατακέφαλα φέρωνται, τὰ σαυτῆς πλήρου. Ὁ γὰρ μισθός σου ἔσται ἀπηρτισμένος. Πάνυ οὖν αὐτὸν οἰκείωσαι καὶ ὡς ἐγχωρεῖ. Παρακαλῶ, τοῦτο ὃ μέλλω λέγειν μὴ παραδράμῃς, ἀλλὰ πολλὴν περὶ αὐτοῦ ἐπίδειξαι σπουδήν. Ἐδήλωσάν μοι οἱ μονάζοντες οἱ Μαρσεῖς, οἱ Γότθοι, ἔνθα ἀεὶ ἐκρύπτετο Σαραπίων ὁ ἐπίσκοπος ὅτι Μοδουάριος ἦλθεν ὁ διάκονος ἀπαγγέλλων ὅτι Οὐνίλας ὁ ἐπίσκοπος ὁ θαυμάσιος ἐκεῖνος ὃν πρώην ἐχειροτόνησα καὶ ἔπεμψα εἰς Γοτθίαν πολλὰ καὶ μεγάλα κατορθώσας ἐκοιμήθη· καὶ ἦλθε φέρων γράμματα τοῦ ῥηγὸς τῶν Γότθων ἀξιοῦντα πεμφθῆναι αὐτοῖς ἐπίσκοπον. Ἐπεὶ οὖν οὐδὲν ἄλλο ὁρῶ πρὸς τὴν ἀπειλουμένην καταστροφὴν συντελοῦν εἰς διόρθωσιν, ἢ μέλλησιν καὶ ἀναβολὴν-οὐδὲ γὰρ δυνατὸν αὐτοῖς πλεῦσαι εἰς τὸν Βόσπορον νῦν, οὐδὲ εἰς τὰ μέρη ἐκεῖνα-, ὑπερθέσθαι τέως αὐτοὺς διὰ τὸν χειμῶνα παρασκεύασον· ἀλλὰ μὴ ἁπλῶς αὐτὸ παραδράμῃς· κατόρθωμα γάρ ἐστι μέγιστον. ∆ύο γάρ ἐστιν ἃ μάλιστά με λυπεῖ εἰ γένοιτο, ὃ μὴ γένοιτο, τό τε παρὰ τούτων μέλλειν γίνεσθαι, τῶν τοσαῦτα κακὰ ἐργαζομένων καὶ παρ' ὧν οὐ θέμις, τό τε ἁπλῶς τινα γενέσθαι. Ὅτι γὰρ οὐ σπουδάζουσί τινα γενναῖον ποιῆσαι, οἶσθα καὶ αὐτή. Εἰ δὲ τοῦτο γένοιτο, ὃ μὴ γένοιτο, τὰ ἑξῆς ἐπίστασαι. Ἵν' οὖν μηδὲν τούτων γένηται, πᾶσαν σπουδὴν ποίησαι ἀψοφητί· εἰ δυνατὸν καὶ λανθανόντως τὸν Μοδουάριον πρὸς ἡμᾶς ἐκδραμεῖν, μέγιστα ἂν ἠνύετο. Εἰ δὲ μὴ δυνατὸν, ἐκ τῶν ἐγχωρούντων τὰ δυνατὰ γινέσθω. Ὅπερ γὰρ ἐπὶ τῶν χρημάτων γίνεται καὶ ἐπὶ τῆς χήρας συνέβη, τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων. Ὥσπερ γὰρ ἐκείνη δύο ὀβολοὺς καταβαλοῦσα πάντας ὑπερηκόντισε τοὺς πλείονα καταβαλόντας τὴν οὐσίαν πᾶσαν κενώσασα, οὕτω καὶ οἱ εἰς τὰ πράγματα πάσῃ δυνάμει σπουδάζοντες τὸ πᾶν ἐπλήρωσαν τό γε εἰς αὐτοὺς ἧκον, κἂν μηδὲν γένηται πλέον, καὶ τὸν μισθὸν ἀπηρτισμένον ἔχουσιν. Ἱλαρίῳ τῷ ἐπισκόπῳ πολλὰς ἔχω χάριτας· ἔγραψε γάρ μοι ἀξιῶν ἐπιτραπῆναι ἀπελθεῖν εἰς τὴν αὐτοῦ καὶ διορθῶσαι τὰ αὐτόθι καὶ πάλιν παραγενέσθαι. Ἐπεὶ οὖν πολλὰ ὠφελεῖ ἡ παρουσία αὐτοῦ-καὶ γὰρ