1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

26

κέρδος, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη· καὶ εὐγνωμόνως διατεθῶμεν περὶ τὸν ἡμέτερον ∆εσπότην, καὶ δόξαν ἀναπέμψωμεν τῷ Θεῷ, ἵνα ὑπὲρ ἁπάντων τὴν εὐχαριστίαν ἀναφέροντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Εʹ. Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώ νων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τις αὐτὸν ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τις κτιστὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει. ∆ιὸ καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἶπεν, ἀλλ' Ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δὲ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησὶν, ἐξ ἀρχῆς. Καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ᾔδει πλὴν ὁ Θεός. Καὶ ποῦ κεκρυμμένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Νυνὶ δὲ ἐφανερώθη, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Ὥστε τῆς τοῦ Θεοῦ οἰκονομίας ἐστὶ τὸ ὅλον. Νυνὶ δὲ, φησὶν, ἐφανερώθη. Οὐκ εἶπεν, Ἐγένετο, ἀλλ', Ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ. Ὥστε καὶ νῦν ἔτι κρύπτεται, εἴπερ τοῖς ἁγίοις ἐφανερώθη μόνοις. Μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασι, διὰ τί μόνοις, Οἷς ἠθέλησε, φησίν. Ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν. Οἷς ἠθέλησεν ὁ Θεὸς, φησὶ, γνωρίσαι. Τὸ δὲ θέλειν αὐτοῦ, οὐκ ἄλογον. Τοῦτο δὲ εἶπε, χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι μέγα φρονεῖν. Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Σεμνῶς εἶπε, καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων. Καὶ γὰρ καὶ τοῦτο ἐπιτάσεως, τὸ ἀορίστως εἰπεῖν, Ὁ Πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Μάλιστα μὲν γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται, καθὼς καὶ ἀλλαχοῦ φησι, Τὰ δὲ ἔθνη ὑπὲρ 62.332 ἐλέους δοξάσαι τὸν Θεόν· φαίνεται δὲ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστηρίου δόξα. Τὸ γὰρ ἀθρόως ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωμα ἁπλῶς διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· ὥσπερ ἂν εἴ τις κύνα λιμῷ καὶ ψώρᾳ διεφθαρμένον, αἰσχρόν τινα καὶ δυσειδῆ καὶ οὐδὲ κινεῖσθαι δυνάμενον, ἀλλ' ἐῤῥιμμένον, ἐξαίφνης καὶ ἄνθρωπον ποιήσειε, καὶ ἐπὶ τοῦ θρόνου δείξειε τοῦ βασιλικοῦ. Ὅρα γάρ· τοὺς λίθους προσεκύνουν, καὶ τὴν γῆν· ἔμαθον ὅτι καὶ οὐρανοῦ καὶ ἡλίου ἀμείνους εἰσὶ, καὶ ὁ κόσμος ἅπας αὐτοῖς δουλεύει· αἰχμάλωτοι καὶ δεσμῶται ἦσαν τοῦ διαβόλου· ἀθρόον γεγόνασιν αὐτοῦ τῆς κεφαλῆς ἐπάνω καὶ ἐπέταττον αὐτῷ, καὶ ἐμάστιζον αὐτόν· δαιμόνων ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων ∆εσπότου καὶ τῶν ἀρχαγγέλων γεγόνασι σῶμα· οὐδὲ τί ἐστι Θεὸς εἰδότες, γεγόνασιν ἐξαίφνης καὶ