27
τινα, ἃ μόνου τοῦ Υἱοῦ ἴδιά εἰσι. Μόνος γὰρ ἐνηνθρώπησε, μόνος ἐβαπτίσθη, μόνος ἐκ Πατρὸς γεγέννηται, μόνος ἐσταυρώθη, καὶ ὅσα τοιαῦτα· οὐ χωρισθεὶς τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἀλλ' ὢν ἐν αὐτῷ, καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ, ἰδιοποιεῖται τὴν ἐνανθρώπησιν, ἵνα διευκρινηθῶσιν αἱ ὑποστάσεις. Ἵνα δὲ μὴ νομίσῃς, ὅτι ἡ Παλαιὰ μόνη οἶδε τὸν ἕνα καὶ μόνον Θεὸν καταγγέλλειν, ἄκουσον αὐτοῦ τοῦ Σω τῆρος λέγοντος· «Γέγραπται, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Καὶ ἐν ἄλλοις, ἐρωτηθεὶς, ποία ἐντολὴ μεγάλη ἐν νόμῳ, εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.» Ἆρα, ἐπειδὴ οὐκ εἶπε Κύριον τὸν Θεόν σου, καὶ Υἱὸν αὐτοῦ, οὐ δεῖ ἀγαπᾷν ἡμᾶς, μᾶλλον δὲ συναγαπᾷν Κυρίῳ τῷ Θεῷ καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Μακεδ. Ναί. Ἀλλ' εἰπὲ, ποῦ Θεὸς τὸ Πνεῦμα εἴρηται. Ὀρθ. Τέως μάθε αὐτὸ μὴ χωρίζειν τῆς κοινωνίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ συναγαπᾷν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τὸ ἅγιον Πνεῦμα, ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τότε ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Μακεδ. Ἀγαπῶ μὲν αὐτὸ ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ δια νοίας· οὐ μὴν θεολογῶ αὐτό. Ὀρθ. Πῶς γὰρ δύνῃ θεολογῆσαι τὸ Πνεῦμα, ὁ μὴ θέλων εἰπεῖν τὴν αὐτὴν οὐσίαν, καὶ δόξαν, καὶ βουλὴν, καὶ δύναμιν Πατρὸς καὶ Υἱοῦ; ἀλλ' ἐναντία εὑρέθης λέγων ᾗ προσεβάλλου πίστει τοῦ μακαρίου Λουκιανοῦ. Μακεδ. Ἐγὼ πιστεύω, ὡς ὁ μακάριος Λουκιανὸς, καὶ λέγω οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα· τὴν αὐτὴν οὐ λέγω οὐδὲ οὐσίαν, οὐδὲ θεότητα, οὐδὲ βου λὴν, οὔτε δύναμιν, οὔτε δόξαν. Ὀρθ. Σαυτῷ οὖν ἐναντία λέγεις καὶ τῷ μακαρίῳ Λουκιανῷ· καὶ ὥσπερ οἱ Μανιχαῖοι καὶ Φρύγες, καὶ πᾶσαι αἱρέσεις λέγουσιν, οὕτως πιστεύομεν, ὡς οἱ ἀπόστολοι· ἐξετα ζόμενοι δὲ, ἐναντία εὑρίσκονται λέγοντες· οὕτω καὶ αὐτὸς ποιεῖς. Καὶ Ἰουδαίων δὲ ἔστιν ἀκοῦσαι, ὅτι Οὕτω πιστεύομεν, ὡς ὁ μακάριος Μωσῆς καὶ οἱ προφῆται, 28.1228 καὶ ἐν ταῖς ἐρωτήσεσιν αὐτὸν τὸν προφητευόμενον εὑρίσκονται σταυρώσαντες. Μακεδ. Ἡμεῖς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης, ἀπαράλλακτον εἰκόνα λέγομεν τὸν Υἱὸν τοῦ Πατρός· οὔτε δὲ ἐκ τῆς οὐσίας λέγομεν, οὔτε τὴν αὐτὴν οὐσίαν, καὶ βουλὴν, καὶ δύναμιν, καὶ δόξαν. Λοιπὸν, εἰ ἔχεις εἰπεῖν, ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα, εἰπέ. Τί με σήπεις; Ὀρθ. Ὅτε ἔδειξα, ὅτι σαυτῷ ἐναντίαλέγεις, ὡς οἱ ἀκροαταὶ ἴσασι, καὶ οἱ μετὰ ταῦτα ἀνα γινώσκοντες γνώσονται, τότε δείκνυμι, ὅτι καὶ Θεὸς καὶ κτίστης καὶ ζωοποιός ἐστιν ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας. Μακεδ. Κἂν ἓν τούτων δείξῃς, γίνομαι ὁμοουσιαστής. Ὀρθ. Τίνι εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν;» Μακεδ. Ὁ Θεὸς καὶ Πατὴρ ἔλε γε τῷ Υἱῷ καὶ Θεῷ. Ὀρθ. Ἀπ' αὐτοῦ τοῦ γεγονότος δυνάμεθα γνῶναι, τίνι ἔλεγε τὸ γεγονός. Ὁ ἄν θρωπος ἐγένετο κατ' εἰκόνα Θεοῦ, ἢ οὔ; Μακεδ. Καὶ πάνυ. Ὀρθ. Εἰπὲ οὖν, εἰ δύναται εἰκὼν Θεοῦ εἶναι ἄνθρωπος, μὴ ὢν ἄρτιος· καὶ εἰ δύναται εἶναι ἄρτιος, μὴ ἁγιασθεὶς τῷ Πνεύματι τῆς ἁγιωσύνης. Μα κεδ. Καὶ πάντες οὖν οἱ ἄνθρωποι Πνεῦμα ἅγιον ἔχουσιν; Ὀρθ. Εἰ πάντες εἰσὶ κατ' εἰκόνα ἄρτιοι, καὶ πάντες Πνεῦμα ἅγιον ἔχουσιν. Μακεδ. Πάντες ἔχουσι τὸ κατ' εἰκόνα. Ὀρθ. Πῶς οὖν ὁ ἅγιος Παῦλος λέγει· «Ὅπως γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ὑμᾶς;» καὶ ἐν ἄλλοις· «Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου;» Μακεδ. Οὐκ ἐσμὲν οὖν πάντες κατ' εἰκό να; Ὀρθ. Οἱ ἁμαρτάνοντες, οὔ· οἱ δὲ τὰς πράξεις τοῦ σώματος θανατοῦντες, καὶ ἐνδιδυσκόμενοι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἔχουσι τὸ κατ' εἰκόνα. Τοιοῦτος γὰρ ἦν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς. Ἐκεῖνος οὖν ὁ κατ' εἰκόνα τοῦ Θεοῦ κτισθεὶς ἄνθρωπος παρὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐκτίσθη. «Ποιήσωμεν» γὰρ, εἶπεν, ἵνα τὴν συνέρ γειαν εἴπῃ, οὐχὶ, Ποιήσατε, ἵνα μὴ σὺ πάλιν ὑπουρ γὸν καὶ λειτουργὸν εἴπῃς. Μακεδ. Τὸ Πνεῦμα τὸ