1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

27

εἶτα ἐπάγει διὰ τῆς ἀσυναρτήτου ἀκολουθίας τῇ προτάσει ταύτῃ τὴν ἐκ τῶν μὴ τεθέντων κατα σκευήν, ἔχουσαν οὕτως· ∆ιὰ τοῦτο καὶ ἄνθρωπος ἦν· ἄνθρωπος γὰρ νοῦς ἐν σαρκὶ κατὰ τὸν Παῦλον. παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ παρ' ἡμῶν οἴεσθαι κατά τινα παιδιὰν ἐπὶ γέλωτι τὰ τοιαῦτα, ὡς ἐκ προσώπου τοῦ Ἀπολιναρίου συμπλάσσεσθαι· ἔξεστι γὰρ καὶ ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ γεγραμμένων μαθεῖν, ὅτι κατὰ τὴν λέξιν ὁ 3,1.191 παρ' ἐκείνου προενήνεκται λόγος οὕτως ἔχων. κατὰ ποῖον τοίνυν Παῦλον νοῦς ἔνσαρκος ἄνθρωπος λέγεται; εἰπάτω τίνα ἕτερον ἐν κρυπτῷ ἔχει Παῦλον; ὁ γὰρ δοῦλος Ἰησοῦ Χριστοῦ ὁ κλητὸς ἀπόστολος ἐν πᾶσι τοῖς παρ' αὐτοῦ γεγραμμένοις τοιοῦτον εἶπεν οὐδέν. εἰ οὖν μήτε ἡ ἀκολουθία μήτε ἡ μαρτυρία τὸν λόγον συνίστησι, πόθεν ἡ ἀλλόκοτος αὕτη δογματοποιία τὸ πιστὸν ἔχει; πάλιν ἕτερον τοῖς εἰρημένοις ἐπάγει νόημα.

Ἐπειδὴ ἄνθρωπος, φησίν, ἦν καὶ ἐπουράνιος, οὗτος ὁ χοϊκός. πάλιν λέγω ἐπιλελῆσθαι τῆς Μαρίας, ᾗ εὐαγγελίζεται ὁ Γαβριήλ, ἐφ' ἣν ἐληλυθέναι τὸ ἅγιον πνεῦμα πιστεύεται, ᾗ ἐπισκιάζει τοῦ ὑψίστου ἡ δύναμις, ἀφ' ἧς τίκτεται ὁ Ἰησοῦς ὁ ἔχων τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν ὁ βαστάζων ἐφ' ἑαυτοῦ τὴν ἀρχήν. ἀρχὴ δὲ πάντως ἐστὶν ὁ θεὸς λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ ἀρχὴ ὤν, καθώς φησί που τῆς γραφῆς ὁ λόγος, ὅτι Ἐγώ εἰμι ἡ ἀρχή. ἢ τοίνυν δειξάτω μὴ ἐν γῇ τὴν παρ θένον ἢ ἄνθρωπον οὐράνιον μὴ πλασσέτω μηδὲ φοβείτω τοὺς ἀμαθεστέρους ὡς εἰς τὸ θεῖον ἐξαμαρτάνοντας, ὡς τὸ ἀνθρώπινον παραδεξάμενοι μὴ συνομολογοῖεν τὸ θεῖον. ἡ μὲν γὰρ ἐκ γυναικὸς γέννησις τὸ ἀνθρώπινον ἔχει, ἡ δὲ παρθενία ὑπηρετήσασα τῷ τόκῳ τὸ ὑπὲρ ἄνθρωπον ἔδειξεν. ὥστε τὸ μὲν γεννηθὲν ἄνθρωπος, ἡ δὲ πρὸς τὴν γέννησιν δύναμις οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ διὰ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως. οὐκοῦν κατὰ τὸν ἀληθῆ λό γον καὶ ἄνθρωπός ἐστι καὶ θεός, τῷ ὁρωμένῳ ἄνθρωπος, τῷ νοουμένῳ θεός. ὁ δὲ οὐ τοῦτό φησιν, ἐν τῷ συμπεράσματι τῷ φαινομένῳ τὸ θεῖον, οὐ τῷ νοητῷ ὁριζόμενος. Ἀλλὰ πρὸς τὸ ἐφεξῆς ἐπιχείρημα τῷ λόγῳ μετέλθωμεν. Εἰ μετὰ τοῦ θεοῦ, φησί, νοῦ ὄντος, καὶ ἀνθρώ πινος νοῦς ἦν ἐν Χριστῷ. τοῦτο ἡ πρότασις. ἡμεῖς δὲ τῷ εἰρημένῳ ἀντιπροτείνομεν· τίς τῶν ἁγίων νοῦν τὸ 3,1.192 θεῖον ὡρίσατο; παρὰ ποίαις γραφαῖς ταὐτὸν εἶναι τῷ νῷ τὸν θεὸν ἐδιδάχθημεν, ὥστε παραδέξασθαι τὸ λεγόμενον, ὅτι ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος ἄνους, ὁ δὲ θεὸς νοῦς τῷ ἀνοήτῳ γίνεται; ἄρα χρὴ καὶ ὅλον τοῦ ἐπιχειρήματος τούτου καταγράψαι τὸν ὄνειδον. ἀλλὰ δέδοικα, μὴ χλευασταί τινες τοῖς ἐντυγχάνουσι δόξωμεν ὡς ἐπὶ γέλωτι τὴν ἀσχημοσύνην τοῦ λογογράφου δημοσιεύοντες. πλὴν ὡς ἂν μὴ ἀτελὴς μένοι ἡ πρότασις, τὸ συμπέρασμα μόνον ἐπαγαγεῖν δέον, τὸν διὰ μέσου συρφετὸν ὑπερβήσομαι. Εἰ μετὰ τοῦ θεοῦ, φησί, νοῦ ὄντος, καὶ ἀνθρώπινος ἦν ἐν Χριστῷ νοῦς· οὐκ ἄρα ἐπιτελεῖται ἐν αὐτῷ τὸ τῆς σαρ κώσεως ἔργον. εἰ δὲ μὴ ἐπιτελεῖται τὸ τῆς σαρ κώσεως ἔργον ἐν τῷ αὐτοκινήτῳ καὶ μὴ ἀναγ καστῷ νοΐ, ἐν τῷ ἑτεροκινήτῳ καὶ ὑπὸ τοῦ θείου νοῦ ἐνεργουμένῃ σαρκὶ τελεῖται τὸ ἔργον, ὅ ἐστι λύσις ἁμαρτίας· μεταλαμβάνει δὲ τῆς λύσεως ὁ ἐν ἡμῖν αὐτοκίνητος νοῦς, καθ' ὅσον οἰκειοῖ ἑαυτὸν Χριστῷ. ὁρᾷς πῶς οἰκεῖα τῇ προτάσει τὰ συμπεράσματα; τάχα δέ τινος ἐπαοιδοῦ καὶ γαζαρηνοῦ προσδεόμεθα πρὸς τὸ διακρῖναι ἡμῖν τὰ τῶν ἐνυπνίων αἰνίγ ματα, ὥστε εἰπεῖν τί σημαίνει ἡ τῶν ῥημάτων τούτων και νοφωνία· ὁ αὐτοκίνητος νοῦς καὶ ἑτεροκίνητος, σὰρξ ἡ ἐπιτελοῦσα τὸ ἔργον τῆς λύσεως. ἀλλ' ἀφείσθω καὶ ταῦτα τῇ ἀγερωχίᾳ τῶν νέων καταχλευάζεσθαι, ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προΐωμεν.

Εἴ τι πλέον, φησίν, ἕτερος ἑτέρου κομίζεται, τοῦτο δι' ἄσκησιν γίνεται· οὐδεμία δὲ ἄσκησις ἐν Χριστῷ· οὐκ ἄρα νοῦς ἐστιν ἀνθρώπινος. πῶς μέμνηται τῆς θεοπνεύστου γρα φῆς; ποία τοῦ Βεσελεὴλ ἄσκησις τῶν τεχνῶν καθηγήσατο; 3,1.193 πόθεν δὲ τῷ Σολομῶντι τῶν τοσούτων ἡ γνῶσις; ὁ δὲ τὰ συκάμινα κνίζων Ἀμὼς πῶς ἐξ αἰπόλων τοσαύτην ἔσχεν ἐν προφητείᾳ τὴν δύναμιν; καὶ ὅμως οὐδεὶς τῶν