1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

27

εὐλαβής ἐστι καὶ ἀνὴρ ἀπερίτρεπτος καὶ ζέων-, παρεκάλεσα αὐτὸν ἀπελθόντα ταχέως ἐπανελθεῖν. Ποίησον τοίνυν τὴν ἐπιστολὴν ταχέως καὶ ἀσφαλῶς αὐτῷ ἀποδοθῆναι καὶ μὴ παραρριφῆναι· καὶ γὰρ μετὰ πολλῆς ἐπιθυμίας καὶ σφοδρότητος ἀπῄτησε τὰ παρ' ἡμῶν γράμματα καὶ πολὺ ὠφελεῖ ἡ παρουσία αὐτοῦ. Πάνυ οὖν φρόντισον τὰς ἐπιστολάς· εἰ μὴ παρείη αὐτόθι Ἑλλάδιος ὁ πρεσβύτερος, διά τινος ἀνθρώπου συνετοῦ, ἐγκέφαλον ἔχοντος, ποίησον ἀποδοθῆναι τοῖς φίλοις.

10.t ΕΠΙΣΤΟΛΗ Ιʹ

10.1 Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα πνεύμασιν οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν βλάβην, οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων ἀποτίθενται ζάλην, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν· τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων παυσαμένων, ἐπιπολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου ὥστε εἰς καθαρὰν ἐπανελθεῖν γαλήνην. Ταῦτα δέ μοι εἴρηται τὰ προοίμια πρὸς τὴν σὴν εὐλάβειαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθῃς ὅτι καὶ ταύτην ἀναγκαίως σοι πέμπομεν τὴν ἐπιστολήν. Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρίας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται τὴν εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψασα θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην, καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ. Τοῦτο γὰρ ἡμῖν τὸ σπουδαζόμενον οὐκ ἀθυμίας σε ἀπαλλάξαι μόνον, ἀλλὰ καὶ εὐφροσύνης ἐμπλῆσαι πολλῆς καὶ διηνεκοῦς. ∆υνατὸν γὰρ ἂν ἐθέλῃς. Οὐδὲ γὰρ ἐν τοῖς ἀκινή τοις τῆς φύσεως νόμοις οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ' ἐν ἐλευθέροις τοῖς τῆς προαιρέσεως λογισμοῖς οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον τὰ τῆς εὐθυμίας ἀπόκειται. Καὶ οἶσθα, εἴ γε μέμνησαι καὶ πρώην-οὐ γὰρ πολὺς ὁ μεταξὺ χρόνος-, πολλούς μοι καὶ μακροὺς ὑπὲρ τούτων ἀναλωθέντας λόγους, ὅτε δὴ συνεχῶς ἐπέλεγον τὰς ἱστορίας ἃς εἰς μέσον ἦγον. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων οὕτως ὡς ἐν τῇ γνώμῃ τῶν ἀνθρώπων τὰ τῆς εὐθυμίας ἵστασθαι πέφυκεν. Ἐπεὶ οὖν τοῦτο τοῦτον ἔχει τὸν τρόπον, καὶ πολλοὶ τῷ πλούτῳ περιρρεόμενοι τὸν βίον ἀβίωτον ἐνόμισαν εἶναι, ἕτεροι δὲ πενίᾳ συζῶντες ἐσχάτῃ πάντων εὐθυμότεροι διετέλεσαν, καὶ οἱ μὲν δορυφορίας ἀπολαύοντες καὶ δόξης καὶ τιμῆς πολλάκις αὐτῶν ἐπηράσαντο τὴν ζωήν, οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων καὶ οὐδενὶ γνώριμοι πολλῶν ἑαυτοὺς μακαριωτέρους εἶναι ἐνόμισαν-οὐδὲ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων ὡς ἐν τῇ γνώμῃ ἀνθρώπων τὰ τῆς εὐθυμίας· οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων-, μὴ ἀναπέσῃς, ἀλλὰ διανάστηθι καὶ χεῖρα ὄρεξον τῷ λόγῳ καὶ τὴν καλὴν ταύτην παράσχου συμμαχίαν ἡμῖν, ἵνα σε ὁλοσχερῶς ἐξαρπάσωμεν τῆς πικρᾶς τῶν λογισμῶν αἰχμαλωσίας. Εἰ γὰρ μὴ βουληθείης καὶ αὐτὴ τοσαύτην σπουδὴν ποιήσασθαι ὅσην καὶ ἡμεῖς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς ἰατρείας. Καὶ τί θαυμαστὸν εἰ ἐφ' ἡμῖν τοῦτο συμβαίνει; Καὶ γὰρ ὁ πάντα δυνάμενος Θεός, ὅταν παραινῇ καὶ συμβουλεύῃ, ὁ δὲ ἀκούων μὴ πείθηται τοῖς λεγομένοις, οὐδέποτε γίνεταί τι πλέον, ἀλλὰ καὶ μείζονος ἔσται κολάσεως ἐφόδιον τοῦτο τῷ μὴ πεισθέντι. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» ∆ιὰ δὴ τοῦτο καὶ τὴν Ἱερουσαλὴμ θρηνῶν τούτου