27
σύνθρονοι τοῦ Θεοῦ. Βούλει μυρίους ἰδεῖν ἀναβαθμοὺς, οὓς ὑπερεπήδησαν; Ἔδει μαθεῖν πρῶτον, ὅτι οἱ λίθοι οὐ θεοί· δεύτερον, ὅτι οὐ μόνον οὐ θεοὶ, ἀλλὰ καὶ ἀνθρώπων ἐλάττους· τρίτον, ὅτι καὶ ἀλόγων· τέταρτον, ὅτι καὶ φυτῶν· πέμπτον, ὅτι τὰ ἄκρα συνήγαγον εἰς ταυτὸν, ὅτι οὐ μόνον λίθοι, ἀλλ' οὐδὲ γῆ, οὐδὲ ζῶα, οὐδὲ φυτὰ, οὐδὲ ἄνθρωπος, οὐδὲ οὐρανός· ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτὰ, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος, οὐ δαίμονες, οὐκ ἄγγελοι, οὐκ ἀρχάγγελοι, οὐχ ἑτέρα τις τῶν ἄνω δυνάμεων ἐκείνων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως θεραπεύεσθαι ὀφείλει. Καθάπερ ἀπό τινος βυθοῦ ἀνιμωμένους ἔδει μαθεῖν, ὅτι ὁ πάντων ∆εσπότης οὗτος Θεός ἐστιν, ὅτι θεραπεύειν αὐτὸν μόνον χρὴ, ὅτι καλὸν ἡ θαυμαστὴ πολιτεία, ὅτι ὁ παρὼν θάνατος οὐ θάνατος, ὅτι ἡ ζωὴ οὐ ζωὴ, ὅτι τὸ σῶμα ἀνίσταται, ὅτι ἄφθαρτον γίνεται, ὅτι εἰς οὐρανοὺς ἄνεισιν, ὅτι ἀθανασίας ἐπιτυγχάνει, ὅτι μετὰ ἀγγέλων ἕστηκεν, ὅτι μεθίσταται. Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα, ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν θρόνων καὶ τῶν κυριοτήτων ποιήσας κυριώτερον τὸν ὑποκάτω λίθων ὄντα. Ὄντως καλῶς εἶπε, Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ 62.333 μυστηρίου τούτου. Ὥσπερ ἂν εἴ τις μωρόν τινα φιλόσοφον ἐξαίφνης δείξειε· μᾶλλον δὲ ὅσα ἂν εἴποι τις, οὐδὲν ἐρεῖ· καὶ γὰρ καὶ τὰ τοῦ Παύλου ἀόριστά ἐστι. Τίς ὁ πλοῦτος, φησὶ, τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Πάλιν ἔδει μαθεῖν, ὅτι ὁ πάντων ἀνώτερος, καὶ ἀγγέλων ἄρχων, καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων κρατῶν, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονε, καὶ μυρία ἔπαθε, καὶ ἀνέστη καὶ ἀνελήφθη. βʹ. Ταῦτα πάντα μυστηρίου ἦν, καὶ μετ' ἐγκωμίου τίθησι λέγων, Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Εἰ δὲ ἐν ὑμῖν ἐστι, τί ἀγγέλους ζητεῖτε διδασκάλους; Τοῦ μυστηρίου τούτου. Ἔστι γὰρ καὶ ἄλλο μυστήριον. Ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν, ὅ ἐστι θαυμαστὸν, ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο. Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, φησὶν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ ἄγγελοι· διδάσκοντες καὶ νουθετοῦντες, οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. Ἐπειδὴ τὸ, ∆ιδάσκοντες, μέγα ἦν, ἐπήγαγε, Νουθετοῦντες, ὅπερ ἦν μᾶλλον πατρὸς, ἢ διδασκάλου. Ὃν ἡμεῖς, φησὶ, καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ· τουτέστι, μετὰ πάσης σοφίας καὶ συνέσεως, ἢ πάντα ἐν σοφίᾳ λέγοντες. Ὥστε σοφίας δεῖ πάσης· τὸ γὰρ τὰ τοιαῦτα δυνηθῆναι μαθεῖν, οὐ τῶν τυχόντων ἐστίν. Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. Τί λέγεις, Πάντα ἄνθρωπον; Ναὶ, φησὶ, τοῦτο σπουδάζομεν. Τί γάρ; εἰ καὶ μὴ γίνεται τοῦτο, ἔσπευδεν ὁ μακάριος Παῦλος τέλειον ποιῆσαι. Ἄρα τοῦτο τελειότης, ἐκεῖνο δὲ ἀτελές· ὥστε κἂν μὴ πᾶσάν τις ἔχῃ τὴν σοφίαν, ἀτελής ἐστι. Τέλειον ἐν Χριστῷ Ἰησοῦ. Οὐκ ἐν νόμῳ οὐδὲ ἐν ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον. Ἐν Χριστῷ, τουτέστιν, ἐν τῇ γνώσει τοῦ Χριστοῦ. Ὁ εἰδὼς τί ἐποίησεν ὁ Χριστὸς, μεῖζον φρονήσει ἀγγέλων. Ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. Οὐχ ἁπλῶς σπουδάζω, φησὶν, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ, Κοπιῶ ἀγωνιζόμενος, μετὰ πολλῆς τῆς σπουδῆς, τουτέστι, μετὰ πολλῆς τῆς ἀγρυπνίας. Εἰ ἐγὼ ὑπὲρ τῶν ὑμετέρων ἀγαθῶν οὕτως ἀγρυπνῶ, πολλῷ μᾶλλον ὑμεῖς ὀφείλετε. Εἶτα πάλιν δεικνὺς θεῖον ὂν, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ, φησὶ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. ∆είκνυσιν ὅτι τοῦ Θεοῦ τοῦτο ἔργον ἐστίν. Ὁ τοίνυν ἰσχυρόν με ποιῶν εἰς τοῦτο, δῆλον ὅτι τοῦτο βούλεται· διὸ καὶ ἀρχόμενός φησι, ∆ιὰ θελήματος Θεοῦ. Ὥστε οὐ μόνον μετριάζων αὐτὸ τέθεικεν, ἀλλὰ καὶ ἐπαληθεύων τῷ λόγῳ, καὶ ἀγωνιζόμενος. Τοῦτο εἰπὼν, δείκνυσιν ὅτι πολλοὶ μάχονται πρὸς αὐτόν. Εἶτα ἡ