27
καθαιρουμένου. τοιγαροῦν ἀποστέλλουσι πρὸς αὐτὸν ἄνδρας ἀξιολόγους τῶν ἐπὶ τῆς φυλακῆς βασιλέως, τοῦ πατριαρχείου καταγαγεῖν· οἷς οὐκ ἐνεδίδου πρὸς κάθοδον. οἱ δὲ καὶ βουλόμενοι τοῦτον καταβιβάσαι ὅμως οὐ πείθουσι, παρ' αὐτοῦ κακοτρόπως μεταπεισθέντες τοῦτον τέως ἐᾶσαι· διὸ περί γε τούτου τοῖς ἀποστείλασιν ἀπαγγέλλουσι, καὶ κατ' αὐτοῦ πλείονα τὴν ὁρμὴν διεξάπτουσιν. εἰσῄει οὖν πρὸς αὐτὸν ὁ πατρίκιος Βάρδας, πευσόμενος, ὅτου χάριν τοῦ πατριαρχείου οὐκ ἀπανίσταται· καὶ τὴν ἀπολογίαν ἐμεθοδεύκει, δεικνὺς τὴν ἑαυτοῦ γαστέρα δι' ὀβελίσκων κατάστικτον αὐτῷ, ἐπειπών, ὅτι παρὰ τῶν ἐκπεμφθέντων ὡς ἐθνικῶν ἐπεπόνθει τοιαύτην ἀναιτίως ποινήν, δι' ἧς χαλεπῶς ἄγαν ἔχων, εἰ οἷόν τε, τὸ παρὸν συγχωρηθείην τῆς καταβάσεως· ἐπεπόνθειν δὲ μάλιστα παρὰ Κωνσταντίνου τοῦ ἐξ Ἀρμενίων καὶ τῷ τῶν ἐξκουβίτων ἐμπρέποντος τάγματι. τοῦτον δέ φησιν, ὦ ἀκροαταί, ὁ βδελυκτὸς καὶ παμβέβηλος, τὸν κεχρηματικότα ἀπόγονον Ἀρμενίων, ἐξ ἀρχηγῶν καὶ συναυταδέλφων σταλέντα πρὸς βασιλέα Θεόφιλον ἐπικηρυκεύσεως ὅμηρον, ὃς οὐ μετὰ μακρὸν χρόνον διά τε τὴν αὐτοῦ ψυχῆς τε καὶ σώματος εὐκοσμίαν καὶ τὴν ἄλλην περὶ τὰ βέλτιστα φιλόκαλον πρόθεσιν δρουγγάριος τοῦ ἀριθμοῦ ἤτοι τῆς βασιλικῆς βίγλης καθίσταται, ἐντεῦθεν πατρίκιός τε καὶ λογοθέτης τοῦ δρόμου γεραίρεται. τοῦ οὖν δραματουργήματος κατὰ κακόφρονα γνώμην ἀπελεγχθέντος, εἰς θυμὸν μᾶλλον ἐξῆγεν τὸν ἐταστὴν ἔμφρονα, δι' οὗ καὶ τῆς ἐκκλησιαστικῆς ἐπικρατείας ἐνδίκως ἐκπέπτωκεν, τῷ κατηγορηθέντι μᾶλλον, κἂν μὴ ἐθέλων, δωρησάμενος ἀπαρέγγραπτον ἔπαινον. καὶ εὐσεβὴς ἀντεισάγεται πατριάρχης Μεθόδιος, ἐν ἑαυτῷ πλεῖστα τὰ ὑπὲρ εὐσεβείας στίγματα καὶ τὴν δι' εἱρκτῆς σαπρώσης τῶν τριχῶν ψίλωσιν οἷά τινα γέρα προκομιζόμενος. τούτῳ τὰς ἀρχιερατικὰς ἀγκύρας ἐπέδοσαν σὺν ἀποδοχῇ πάσῃ θεοφόρων ἁπάντων ἀνδρῶν, τῶν τε τῇ βασιλίδι περινοστούντων καὶ τῶν πανταχόθεν πρὸς ταύτην ἐληλυθότων. καὶ γὰρ κατὰ διωρισμένην ἡμέραν τῆς αὐτῶν συνελεύσεως, καθ' ἣν ἡ τοῦ θεοῦ ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν ἀμφεβάλλετο, κατίασιν ἐκ τοῦ περιωνύμου ὄρους Ὀλύμπου Ἄθω τε καὶ τῆς Ἴδης, ἀλλὰ μὴν καὶ τοῦ κατὰ Κυμινᾶν συμπληρώματος, περιφανῶς τὴν ὀρθοδοξίαν κηρύσσοντες, βασιλικαῖς τε διαμοιβαῖς καὶ σεβασμίοις αἰσίοις ἱκανωθέντες πρὸς τὰς ἰδίας σκηνὰς ὑπεχώρησαν· ὧν ἔκτοτε καὶ μέχρι τῆς δεῦρο οἱ τῆς ὀρθοδοξίας λιμένες Χριστοῦ δυνάμει φρουρούμενοι διατηροῦσιν ἀχείμονες. 4.4 Ταῦτα μὲν ἐν πρώτοις Μιχαήλ τε καὶ Θεοδώρας, τῶν εὐσεβῶν βασιλέων, τὰ κατορθώματα. ὁ δὲ Ἰαννῆς τινι μοναστηρίῳ ἐγκαθειρχθεὶς καὶ ἐν μέρει τοῦ κατ' ἐκεῖνο ναοῦ κατιδὼν τοῦ σωτῆρος Χριστοῦ τοῦ θεοῦ ἡμῶν σαρκικὸν χαρακτῆρα, οὐ μὴν ἀλλὰ καὶ τῆς θεομήτορος καὶ τῶν στρατιαρχῶν, διωρίσατο τῷ ἑαυτοῦ ὑπηρέτῃ διανιόντι τῶν σεβασμίων εἰκόνων ἀνορύξαι τὰ ὄμματα, φάσκων ἀμηχανεῖν πρὸς ταῦτα τὴν ὁρατικὴν προτείνασθαι αἴσθησιν, εἰκονιστὴς ἐκ νεότητος ὁ τρισκατάρατος καθεστὼς καὶ μονῆς τῶν ἀθλοφόρων Σεργίου καὶ Βάκχου τῆς βασιλεῦσιν ἀφωρισμένης προβάθμιος. ὡς οὖν ἐπύθετο ταῦτα ἡ θεοσεβεστάτη δέσποινα Θεοδώρα, ζήλῳ τῆς πρὸς Χριστὸν ἀγαπήσεως διακαῶς ἐκεκίνητο καὶ τοὺς αὐτοῦ μισητοὺς ὀφθαλμοὺς ἐκμοχλεύειν προτεθύμητο, κἂν δεήσεσι παρά τινων ἐκεκώλυτο· ὅθεν τινὰς τῶν δορυφόρων ἐκπέμψασα πρὸς αὐτὸν ςʹ λώροις ἐμάστιξεν. 4.5 Οἱ οὖν αἱρετικοὶ τοῖς προσαχθεῖσι προπετῶς διαπληκτιζόμενοι, χρήμασιν ἱκανοῖς φρεναπατήσαντες κόρην πρὸς τὰ δημόσια ἐπὶ τῆς ἐκκλησίας κατηγορῆσαι τοῦ πατριάρχου, σὺν τῷ ἐξ αὐτῆς τεχθέντι υἱῷ Μητροφάνει, τῷ κατὰ καιρούς τινας προέδρῳ τῶν Σμυρναίων πόλεως χρηματίσαντι, κρυψιγαμίας ἔγκλημα θριαμβεύουσιν. ἐντεῦθεν πλεῖστος παρὰ τῶν κακοδόξων ἐπισυνίσταται τάραχος ἐπισχετλιαζόντων ἡμῖν καὶ ἀμέτρως ἐπεγγελώντων. οὗ χάριν τῷ πατριαρχείῳ προσίασιν ὁ πρῶτα φέρων Μανουὴλ ἐν μαγίστροις, καὶ ὁ πατρίκιος καὶ ἐπὶ τοῦ κανικλείου καὶ λογοθέτης τοῦ δρόμου Θεόκτιστος, σὺν ἑτέροις συγκλητικοῖς,