1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

28

εἰρημένων ἐξ οὐρανοῦ καταβέβηκεν, <ὃς> οὔτε ἐν ἀρχῇ ἦν οὔτε ἴσα θεῷ ἦν. Ἀλλὰ σιγάσθω καὶ τοῦτο τὸ ἐπιχείρημα μάλιστα διὰ τὸ προσφυὲς τοῦ προτεθέντος αὐτῷ συμπεράσματος οὕτως κατὰ τὴν λέξιν ἔχοντος· Οὐκ ἄρα σῴζεται τὸ ἀνθρώ πινον γένος δι' ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώ που, ἀλλὰ διὰ προσλήψεως σαρκός. τὸ μὲν συμπέ ρασμα τοῦτο· τὴν δὲ τῆς ἀναλήψεως καὶ προσλήψεως διαφορὰν ἑρμηνευόντων οἱ ταῖς γραμματικαῖς ψυχρολογίαις ἐμμελετήσαντες, ὥστε τῶν τοιούτων τοῦ λόγου μορίων, ἃ προθέσεις κατονομάζονται, τεχνολογεῖν ἐν μειρακίοις τὴν ἐν ὀλίγῳ διαφωνίαν. ἡμεῖς γὰρ καὶ τὸν προσειλημμένον ἀνειλῆφθαι νομίζομεν καὶ τὸν ἀνειλημμένον προσειλῆφθαι οὐκ ἀμφιβάλλομεν, παρὰ τῆς γραφῆς τὴν τοιαύτην χρῆσιν τοῦ λόγου μεμαθηκότες. Μετὰ δόξης προσελάβου με, φησὶν ὁ ∆αβίδ· καὶ πάλιν ἑτέρωθι· Ἐξελέξατο ∆αβὶδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τοῦ πατρὸς αὐτοῦ. οὐκοῦν καὶ ὁ μετὰ δόξης προσληφθεὶς ἀνελήφθη καὶ ἐκ τῶν ποιμνίων ἀναληφθεὶς προσελήφθη· περὶ γὰρ τοῦ αὐτοῦ δύο λέγει, ὥστε τί βούλεται ὁ λέγων οὐκ ἀναλήψει ἀλλὰ προσ λήψει τῷ μονογενεῖ τὸ κατὰ τὸν ἄνθρωπον οἰκονομεῖσθαι μυ στήριον, οὐδ' ἂν αὐτὸς εἴποι τάχα. ἐγὼ δὲ φεύγων τῇ ἰλύϊ τῶν ἀσυναρτήτων αὐτοῦ ῥημάτων συνδιαβαπτίζειν τὸν λόγον τὰ πολλὰ τῆς φλυαρίας ἀφίημι, ἱκανὸν ἔλεγχον εἶναι τῆς ἀτοπίας τῶν λεγομένων οἰόμενος αὐτὴν ἐπὶ λέξεως αὐτοῦ τὴν τῶν γεγραμμένων ἀνάγνωσιν, ὡς καὶ τὸν σφοδρῶς καταδραμεῖν τῆς αἱρέσεως ἐθέλοντα μὴ ἂν τοσοῦτον ἐξ 3,1.194 οἰκείων λογισμῶν διελέγξαι τὴν ἀτοπίαν ὡς αὐτὸς ὁ λόγος· δι' ὧν γὰρ κατασκευάζει τὸ ψεῦδος ἐν τῇ ἀτονίᾳ τῆς συνηγο ρίας ἀπογυμνοῖ τὴν ἀσέβειαν. καὶ γὰρ εἰ ἀνθρώπῳ τελείῳ, φησί, συνήφθη θεὸς τέλειος, δύο ἂν ἦσαν. τὸ δὲ ἀτελὲς ἄρα τῷ τελείῳ συντεθειμένον οὐκ ἐν δυάδι παρ' αὐτοῦ θεωρεῖται. οὐκ εἶδεν ὁ γεννάδας οὐδὲ παιδία ποτὲ τοὺς ἐπὶ τῆς παλάμης δακτύλους ἐξαριθ μούμενα; ὁ τὸν μικρὸν τῷ μείζονι συναριθμῶν ἕνα μὲν ὀνομάζει τὸν ἐλαττούμενον καὶ ἕνα τὸν ὑπερέχοντα, δύο δὲ ὅμως εἶναί φησιν, εἰ μετ' ἀλλήλων ἀμφοτέρους λογίζοιτο. πᾶς γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, τὸ ἀθροιζόμενον ἐκ τούτων ἐν κεφαλαίῳ σημαίνων. εἰ δὲ τὸ ἀριθμητόν, ὅτιπερ ἂν ᾖ, τῷ συναριθμουμένῳ παρατιθέμενον κατὰ τὴν πηλικό τητα πλεονάζοι τῷ ὄγκῳ παρὰ τὸ ἔλαττον, οὐδὲν ἧττον ἓν καὶ τὸ ἐλαττούμενον ἔσται, κἂν ἐλλείπῃ τὸ μέγεθος. ὅταν μὲν οὖν ἰσομεγέθη δύο τῷ ἀριθμῷ διαλάβωμεν, δύο τέλεια λέγομεν· ὅταν δὲ τῷ τελείῳ τὸ λεῖπον συναριθμήσωμεν, δύο μὲν καὶ οὕτω φαμέν, ἀλλὰ τὸ μὲν ἐλλιπές, τὸ δὲ τέλειον. ὁ δὲ πολὺς οὗτος κατὰ τὴν ἀριθμητικὴν ἐπιστήμην, εἰ μὲν τελείως ἑκάτερον κατὰ τὴν αὐτοῦ φύσιν ἔχει, δύο φησὶ λέ γεσθαι τὰ οὕτω λεγόμενα· εἰ δὲ τὸ μὲν ἐλλείποι, τὸ δὲ ἕτερον τέλειον εἴη, ἓν ἀμφότερα γενέσθαι, οὐκ οἶδα ὅπως τὸ ἀτελὲς συναλείφων τῷ περιττεύοντι καὶ διὰ τῶν ἐναντίων ἐπινοῶν τοῖς ἀσυμβάτοις τὴν ἕνωσιν. τέλειον γὰρ τελείῳ καὶ ἀτελὲς ἀτελεῖ μᾶλλον ἁρμόζεται τῇ ὁμοιότητι· τῆς δὲ τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἑνώσεως, τοῦ ἀτελοῦς φημι πρὸς τὸ τέλειον, λεγέτω τὸν τρόπον ὁ τῆς καινῆς ταύτης ἀριθμητικῆς νομοθέτης. Ἀλλ' οὐχ ἡγεῖται πρέπειν ἀνθρώπινον νοῦν περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν καὶ τὴν αἰτίαν λέγει, ὅτι τρεπτὸς ὁ νοῦς ὁ ἀνθρώπινος. οὐκοῦν ὁ αὐτὸς λόγος μηδὲ τὴν σάρκα 3,1.195 τῷ θεῷ συγχωρείτω. τὸ γὰρ τρεπτὴν αὐτὴν εἶναι οὐδὲ ὁ λογογράφος ἀντείποι, ἀπὸ νεότητος μέχρι τελειώσεως ὥσπερ ἐνδύματα μετενδυομένην τὰς ἡλικίας. ἢ πῶς οὐκ ἦν τρεπτὸς ὁ πρότερον ἐπ' ὠλένης ὑπὸ τῆς μητρὸς κομιζόμενος, εἶτα ἐν παιδίοις, εἶτα ἐν μειρακίοις γινόμενος καὶ οὕτω κατ' ὀλίγον προελθὼν εἰς τὸ τέλειον, ὥστε εἰς τὸ μέτρον τῆς ἀνθρωπίνης ἡλικίας ἐλθεῖν; εἰ οὖν ὁ νοῦς διὰ τὸ τρεπτὸν ἀποβάλλεται, διὰ τὴν αὐτὴν αἰτίαν μηδὲ ἡ σὰρξ ὑπ' αὐτοῦ συγχωρείσθω καὶ οὕτω ψευδὲς κατ' αὐτὸν δειχθήσεται τὸ εὐαγγέλιον ἅπαν καὶ κενὸν τὸ κήρυγμα καὶ ματαία ἡ πίστις. εἰ δὲ οὐκ ἀπιστεῖται τὸ ἐν σαρκὶ πεφανερῶσθαι καὶ ταύτῃ τρεπτῇ, οὐδὲ τὸν νοῦν πάντως διὰ τὴν αὐτὴν αἰτίαν