28
φιλοστοργία πολλή· Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ. Εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας εἶναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω. Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί. Θείως δείκνυσιν ἐνταῦθα, ὅτι ἑώρων συνεχῶς ἐν πνεύματι. Μαρτυρεῖ δὲ αὐ 62.334 τοῖς ἀγάπην πολλήν· διὸ καὶ ἐπήγαγεν· Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Χριστοῦ· ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπεύδει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα, οὔτε κατηγορῶν, οὔτε ἀπαλλάττων αὐτοὺς τῆς κατηγορίας. Ἀγῶνα, φησὶν, ἔχω. Ἵνα τί γένηται; Ἵνασυμβιβασθῶμεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει. Ἀλλ' οὐ τίθησιν οὕτως, ἀλλ' ὑποτέμνεται τὰ τῆς κατηγορίας. Τουτέστιν, ἵνα ἑνωθῶσι μετὰ ἀγάπης, οὐδὲ μετὰ ἀνάγκης, οὐδὲ μετὰ βίας. Ὅπερ γὰρ εἶπον, Ἀνεπαχθής ἐστιν ἀεὶ αὐτοῖς ἐπιτρέπων, καὶ διὰ τοῦτό φησιν· Ἀγωνιῶ, ἐπειδὴ μετὰ ἀγάπης, καὶ ἑκόντας βούλομαι. Οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γίνεσθαι, οὐχ ἁπλῶς τῷ στόματι, ἀλλ' ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι. Συμβιβασθέντων ἐν ἀγάπῃ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως. Τουτέστιν, ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλλωσιν, ἵν' ὑπὲρ πάντων πεπληροφορημένοι ὦσι. Πληροφορίαν δὲ εἶπε τὴν διὰ πίστεως· ἔστι γὰρ πληροφορία καὶ ἡ διὰ λογισμῶν, ἀλλ' οὐδενὸς λόγου ἐκείνη ἀξία. Οἶδα, φησὶν, ὅτι πιστεύετε, ἀλλὰ πληροφορηθῆναι ὑμᾶς βούλομαι, οὐκ εἰς τὸν πλοῦτον μόνον, ἀλλ' Εἰς πάντα τὸν πλοῦτον, ἵνα καὶ ἐν πᾶσι καὶ ἐπιτεταμένως πεπληροφορημένοι ἦτε. Καὶ θέα τὴν σύνεσιν τοῦ μακαρίου τούτου. Οὐκ εἶπεν, ὅτι Κακῶς ποιεῖτε, ὅτι Οὐ πεπληροφόρησθε, καὶ κατηγόρησεν· ἀλλ', Οὐκ ἴστε πῶς σπουδάζω, ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, καὶ οὐχ ἁπλῶς. Ἐπειδὴ γὰρ εἶπε πίστιν, Μὴ νομίσητε, φησὶν, ὅτι ἁπλῶς καὶ ἀνονήτως εἶπον, ἀλλὰ μετὰ συνέσεως, μετὰ ἀγάπης. Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ Χριστοῦ. Ὥστε τοῦ Θεοῦ τοῦτό ἐστι τὸ μυστήριον, τὸ διὰ τοῦ Υἱοῦ προσάγεσθαι. Καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰ δὲ ἐν αὐτῷ εἰσιν, ἄρα σοφῶς καὶ νῦν ἦλθε. Τίνος οὖν ἕνεκεν ἐγκαλοῦσί τινες τῶν ἀνοήτων; Ὅρα πῶς τοῖς ἁπλουστέροις διαλέγεται· Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί. Αὐτὸς πάντα οἶδεν. Ἀπόκρυφοι. Μὴ γὰρ δὴ νομίσητε ἤδη τὸ πᾶν ἔχειν· ἀπόκρυφοί εἰσι καὶ ἀπὸ ἀγγέλων, οὐκ ἀφ' ὑμῶν μόνον· ὥστε παρ' αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν. Τῷ μὲν οὖν, Θησαυροὶ, εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ, Πάντες, τὸ μηδὲ ἀγνοεῖν· τῷ δὲ, Ἀπόκρυφοι, τὸ μόνος εἰδέναι. Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. γʹ. Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπον, φησὶ, ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῆτε. Παραλογίζηται, φησὶν, ἐν πιθανολογίᾳ. Τί γὰρ, εἰ πιθανῶς λέγει; Εἰ γὰρ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ' ὅμως οἶδα τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξε. Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τὴν τάξιν, τὴν εὐταξίαν, φησί. Καὶ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Ταῦτα ἐγκωμίων μᾶλλόν ἐστι. Καὶ οὐκ εἶπε, τὴν πίστιν, ἀλλὰ, Τὸ στερέωμα, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως. Τὸ στεῤῥὸν οὐκ ἀπάτη, οὐ πειρασμὸς δια 62.335 σαλεύει. Οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ' οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεέ τις. Ἐπέστησεν ἑαυτὸν αὐτοῖς, ἵνα ὡς παρόντα φοβῶνται· ἡ γὰρ τάξις οὕτω φυλάττεται. Ἀπὸ τοῦ στερεώματος τὸ πεπυκνωμένον· οὕτω γὰρ γίνεται στερέωμα, ὅτε πολλὰ συναγαγὼν συγκολλήσεις πυκνῶς καὶ ἀδιασπάστως· τότε στερέωμα γίνεται, οἷον ἐπὶ τοίχου. Τοῦτο δὲ τῆς ἀγάπης