28
Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ὅταν γὰρ μήτε χρηστότητι μαλάσσηται, μήτε φόβῳ κάμπτηται, τί τοῦ τοιούτου σκληρότερον γένοιτ' ἄν; Ἐπειδὴ γὰρ ἔδειξε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, τότε δείκνυσι τὴν τιμω 60.425 ρίαν, ὅτι ἐστὶν ἀφόρητος τῷ μηδὲ οὕτως ἐπιστραφέντι. Καὶ ὅρα πῶς κυρίως ταῖς λέξεσι κέχρηται· Θησαυρίζεις γὰρ, φησὶ, σεαυτῷ ὀργὴν, τὸ πάντως ἀποκείμενον δηλῶν, καὶ δεικνὺς, οὐ τὸν δικάζοντα, ἀλλὰ τὸν κρινόμενον αἴτιον τούτου. Σεαυτῷ γὰρ, φησὶ, θησαυρίζεις, οὐχ ὁ Θεός σοι. Ἐκεῖνος γὰρ πάντα ἐποίησεν ὅσα ἐχρῆν, καὶ διαγνωστικόν σε τῶν καλῶν καὶ τῶν οὐ τοιούτων κατεσκεύασε, καὶ μακροθυμίαν ἐπεδείξατο, καὶ εἰς μετάνοιαν ἐκάλεσε, καὶ ἡμέραν ἠπείλησε φοβερὰν, διὰ πάντων σε ἐπὶ τὴν μετάνοιαν ἕλκων· εἰ δὲ μένεις ἀνένδοτος, Σεαυτῷ θησαυρίζεις ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Ἵνα γὰρ μὴ, ἀκούσας ὀργὴν, νομίσῃς πάθος, ἐπήγαγε· ∆ικαιοκρισίας τοῦ Θεοῦ. Καὶ καλῶς εἶπεν, Ἀποκαλύψεως· τότε γὰρ ἀποκαλύπτεται τοῦτο, ὅταν τὰ κατ' ἀξίαν ἕκαστος ἀπολαμβάνῃ. Ἐνταῦθα γὰρ πολλοὶ πολλάκις ἐπηρεάζουσι παρὰ τὸ δίκαιον καὶ ἐπιβουλεύουσιν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ. γʹ. Ἐπειδὴ γὰρ φοβερὸς ἐγένετο καὶ βαρὺς, περὶ κρίσεως καὶ τῆς μελλούσης διαλεγόμενος κολάσεως, εὐθέως οὐκ εἰς τὸ προσδοκώμενον ἐνέβαλε τὴν τιμωρίαν, ἀλλ' ἐπὶ τὸ ἡδύτερον ἔτρεψε τὸν λόγον, τὴν τῶν ἀγαθῶν ἀντίδοσιν, οὕτω λέγων· Τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον. Ἐνταῦθα καὶ τοὺς ἀναπεπτωκότας ἐν τοῖς πειρασμοῖς διανίστησι, καὶ δείκνυσιν, ὅτι οὐ χρὴ τῇ πίστει θαῤῥεῖν μόνον· καὶ γὰρ καὶ πράξεών ἐστι τὸ δικαστήριον ἐκεῖνο ἐξεταστικόν. Ὅρα δὲ αὐτὸν ὅταν περὶ τῶν μελλόντων διαλέγηται, μὴ δυνάμενον τρανῶς εἰπεῖν τὰ ἀγαθὰ, ἀλλὰ καὶ δόξαν καὶ τιμὴν λέγοντα. Ἐπειδὴ γὰρ πάντα ὑπερβαίνει τὰ ἀνθρώπινα, οὐκ ἔχει εἰκόνα αὐτῶν ἐντεῦθεν δεῖξαι, ἀλλ' ἀπὸ τῶν δοκούντων εἶναι λαμπρῶν παρ' ἡμῖν, ἀπὸ τούτων αὐτὰ, ὡς ἐγχωρεῖ, παρίστησιν, ἀπὸ τῆς δόξης, ἀπὸ τῆς τιμῆς, ἀπὸ τῆς ζωῆς· ταῦτα γάρ ἐστι τὰ ἀνθρώποις περισπούδαστα. Ἀλλ' οὐ τοιαῦτα ἐκεῖνα, ἀλλὰ πολλῷ βελτίω τούτων, ὅσῳ καὶ ἄφθαρτα καὶ ἀθάνατα. Εἶδες πῶς καὶ τὰς περὶ τῆς ἀναστάσεως τῶν σωμάτων ἡμῖν θύρας ἀνέῳξεν, ἀφθαρσίαν εἰπών; ἡ γὰρ ἀφθαρσία τοῦ φθειρομένου σώματός ἐστιν. Εἶτα, ἐπειδὴ οὐκ ἤρκει τοῦτο, προσέθηκε δόξαν καὶ τιμήν. Πάντες γὰρ ἀναστησόμεθα ἄφθαρτοι, ἀλλ' οὐ πάντες εἰς δόξαν, ἀλλ' οἱ μὲν εἰς κόλασιν, οἱ δὲ εἰς δόξαν. Τοῖς δὲ ἐξ ἐριθείας, φησί. Πάλιν γὰρ ἀποστερεῖ συγγνώμης τοὺς ἐν κακίᾳ ζῶντας, καὶ δείκνυσιν ἀπὸ φιλονεικίας τινὸς καὶ ῥᾳθυμίας ἐπὶ τὴν πονηρίαν πίπτοντας. Καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ. Ἰδοὺ καὶ ἑτέρα κατηγορία πάλιν. Ποίαν γὰρ ἀπολογίαν ἂν ἔχοι ὁ τὸ φῶς φεύγων, καὶ τὸ σκότος αἱρούμενος; Καὶ οὐκ εἶπε, Βιαζομένους καὶ τυραννουμένους, ἀλλὰ, Πειθομένους τῇ ἀδικίᾳ· ἵνα μάθῃς, ὅτι προαιρέσεως τὸ πτῶμα, οὐκ ἀνάγκης τὸ ἔγκλημα. Θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν· τουτέστι κἂν εὔπορός τις ᾖ, κἂν ὕπατος, κἂν αὐτοβασιλεὺς, οὐδένα ὁ τῆς κτίσεως δυσωπεῖται λόγος· οὐδεμίαν γὰρ ἐνταῦθα χώραν τὰ ἀξιώματα ἔχει. ∆είξας τοίνυν τὴν ὑπερβολὴν τῆς νόσου, καὶ τὴν αἰτίαν προσθεὶς, ὅτι ἀπὸ ῥᾳθυμίας τῶν ἀῤῥωστούντων, καὶ τὸ τέλος, ὅτι ἀπώλεια αὐτοὺς διαδέξεται, 60.426 καὶ τὸ εὔκολον τῆς διορθώσεως, βαρεῖ πάλιν καὶ ἐν τῇ κολάσει τὸν Ἰουδαῖον. Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Ὁ γὰρ πλείονος ἀπολαύσας τῆς διδασκαλίας, μείζονα ἂν εἴη καὶ τιμωρίαν ἄξιος ὑπομεῖναι παρανομῶν. Ὥστε ὅσῳ ἂν συνετώτεροι ὦμεν ἢ δυνατώτεροι, τοσοῦτον κολαζόμεθα μᾶλλον ἁμαρτάνοντες. Καὶ γὰρ εἰ πλούσιος εἶ, πλείονα ἀπαιτηθήσῃ χρήματα τοῦ πένητος, καὶ εἰ συνετώτερος, μείζονα ὑπακοὴν, καὶ εἰ δυναστείαν περιβέβλησαι, λαμπρότερα κατορθώματα· καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων οὕτω πρὸς τὴν δύναμιν καὶ τὰ μέτρα εἰσοίσεις. ∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη