1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

28

τὴν πόλιν· παρὰ δὲ τὸν Εὐφράτην ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας προσετάχθη τὸ περίζωμα κατακρύψαι· τρυμαλιὰν δὲ τῆς πέτρας τὴν Βαβυλῶνα καλεῖ· ἐκεῖ δὲ ὢν ἄχρηστος ἦν ὁ λαὸς, οὐκέτι λαὸς Θεοῦ χρηματίζων, οὐδὲ καθ' ἑαυτὸν πολιτευόμενος, οὐδὲ τὰς κατὰ νόμον λατρείας ἐπι τελῶν· ἀλλ' ἦν ἄχρηστος, ὡς τὸ διαφθαρὲν ἐκεῖνο περίζωμα. ∆ιὰ μέντοι τῶν ἑξῆς, καὶ τοῦ περιζώμα τος ἑρμηνεύει τὴν χρείαν. ιαʹ. Καθάπερ γὰρ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον Ἰσραὴλ, καὶ πάντα τὸν οἶκον Ἰούδα, λέγει Κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν· καὶ οὐκ ἤκουσάν μου. Τὴν ὑπερβολὴν τῆς ἀγαθό τητος διὰ τῶν εἰρημένων ἐδήλωσε, καὶ τῆς συν αφείας τὸν τρόπον ἐδίδαξε, καὶ ὅτι αὐτὸς μὲν ἠβουλήθη περιφανεῖς αὐτοὺς καὶ περιβλέπτους ἀποφῆναι, αὐ τοὶ δὲ διὰ τῆς παρανομίας ἐπεσπάσαντο τὰ ὀνείδη. Οὕτω καὶ διὰ τῶν πραγμάτων, τὴν προφητείαν ποιησάμενος, δι' ἑτέρας πάλιν εἰκόνος προλέγει τὰ συμ βησόμενα. ιβʹ, ιγʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σὲ, Μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ ∆αβὶδ ἐπὶ θρόνου αὐτοῦ. Εἶτα λέγει· Καὶ τοὺς προφήτας καὶ τοὺς ἱερέας, καὶ ἅπαντα τὸν λαὸν, μεθύ σματος. Καὶ διδάσκων τί τὸ μέθυσμα, ἐπήγα γεν· ιδʹ. Καὶ διασκορπιῶ αὐτοὺς, ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ· καὶ τοὺς πατέρας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος. Καὶ δεικνὺς καὶ τὸ τῆς ὀργῆς ἀμετάβλητον, ἐπ ήγαγεν· "Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν," ἀντὶ τοῦ "διαφθορὰν αὐτῶν." Μέθυσμα τοίνυν τὴν τιμωρίαν ἐκάλεσε· καὶ γὰρ οἱ ταῖς μεγίσταις περιπίπτοντες συμφοραῖς κεκαρωμένοις ἐοίκασι, διὰ τὴν τοῦ πά θους ὑπερβολὴν οὐδὲ θρηνεῖν δυνάμενοι. ιεʹ. Ἀκούσατε, καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαί ρεσθε· ὅτι Κύριος ἐλάλησε. Παύσασθε τῆς θρα 81.588 σύτητος, καὶ τῆς μανικῆς ἀλαζονείας· ὡς παρὰ Θεοῦ δέξασθε τὰ λεγόμενα. ιϛʹ. ∆ότε τῷ Κυρίῳ Θεῷ ἡμῶν δόξαν, πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά. Προλάβετε, φησὶ, τὸν τῆς τιμω ρίας καιρόν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος παραινεῖ· "Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν." -"Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανά του, καὶ τεθήσεσθε εἰς σκότος." Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ παρακαλοῦντες φιλανθρωπίας οὐ τεύξεσθε. ιζʹ. Καὶ ἐὰν μὴ ἀκούσητε, κεκρυμμένως κλαύ σεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως· καὶ δακρύουσα δακρύσει, καὶ κατάξουσιν οἱ ὀφθαλ μοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυ ρίου. Τὸ "κεκρυμμένως κλαύσεται" τὴν ὑπερβολὴν αἰνίττεται τῶν κακῶν· δουλεύοντες γὰρ τοῖς πολεμίοις, οὐδὲ προφανῶς δακρύσαι τολμήσετε, ἀλλὰ κρύβδην τοῦτο πράξετε. Παρακελεύεται δὲ καὶ τῷ βασιλεῖ, καὶ τοῖς ἄρχουσιν, ὀλοφύρεσθαι τὰς τῶν πραγμάτων με ταβολάς· ἀναμιμνήσκει δὲ καὶ τῶν ἤδη γεγενημένων. ιθʹ. Πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων. Ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν. Ἀνδραποδισμόν. Πολλὰς γὰρ τῆς Ἰουδαίας πόλεις Σεναχηρεὶμ ἐξηνδραπόδισε· ταῦτα δὲ, φησὶν, ὑπέμειναν ποινὴν τίνοντες ὧν ἐπλημμέλησαν. Κελεύει δὲ καὶ τῇ Ἱερουσαλὴμ τῶν ἐρχομένων ἀπὸ βοῤῥᾶ πολεμίων ἰδεῖν τὸ πλῆθος, καὶ ἐπιλέγει· "Ποῦ ἔστι τὸ ποίμνιον ὃ ἐδόθη σοι πρό βατα τῆς δόξης σου;" Ἀντὶ τοῦ, τῶν οἰκητόρων τὸ πλῆθος. καʹ. Τί ἐρεῖς, ὅταν ἐπισκέπτωνταί σε; Τουτέστιν οἱ πολέμιοι. "Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθή ματα εἰς ἀρχήν σου." Πολεμούμενοι γὰρ ὑπὸ Σύρων, Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν, δέον τοῦ Θεοῦ ζητῆσαι τὴν πρόνοιαν. "Ὠδῖνες καθέξουσι σε, καθὰ γυναῖκα τίκτουσαν." Τὸ μέγεθος τῆς ὀδύ νης ἐδήλωσεν. κβʹ. Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· ∆ιατί ἀπήντησέ μοι ταῦτα; ∆ιὰ