29
ἀλλ' ὁ κτίσας Θεὸς μετὰ τοῦ Υἱοῦ καὶ Πνεύματος ἁγίου. Καὶ διὰ τοῦτο ἐν ἀρχῇ εἶπεν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν,» ἵνα ἐκ τῆς συνεργείας τὸ ταυτὸν τῆς φύσεως δείξῃ. Μακεδ. Φανερώτερόν μοι δεῖξον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κτίζει. Ὀρθ. Ἀρκεῖ μὲν καὶ τὰ προειρημένα τῷ νοῦν ἔχοντι πρὸς φανερὰν ἀπόδειξιν· ἐπειδὴ δὲ καὶ ἐκ τοῦ πλήθους τῶν μαρτυριῶν πιστωθῆναι θέ λεις, ἄκουσον τοῦ Ἰὼβ λέγοντος· «Πνεῦμα θεῖον. τὸ ποιῆσάν με· πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με.» Μακεδ. Ἐλιούδ ἐστιν ὁ λέγων, καὶ οὐκ εἶπεν ἁπλῶς, «Τὸ ποιῆσάν με,» ἀλλὰ λέγει οὕτω· «Καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χει λέων μου καθαρὰ νοήσει· Πνεῦμα θεῖον τὸ ποιῆσάν με καθαρὰ νοήσει.»- »Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» τουτέστι, τὸ ποιῆσάν με καθαρὰ νοῆσαι. Ὀρθ. Ὁμολογεῖς δὲ ὅλως θεῖον τὸ Πνεῦμα. Μακεδ. Μὴ γὰρ ὁ Ἰὼβ αὐτὸ εἶπεν· ἀλλ' ὁ Ἐλιοὺδ, ὃν ἐμέμψατο ὁ Θεός. Ὀρθ. Μὴ γὰρ ἐμέμψατο αὐτὸν, διατί εἶπεν τὸ Πνεῦμα θεῖον; Μακεδ. Ὅμως ἐμέμψατο αὐτὸν ὁ Θεός. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς καὶ τοῦ Ἰὼβ λέγοντος»Ζῇ Κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντο κράτωρ ὁ πικράνας μου τὴν ψυχήν. Ἦ μὴν ἔτι τῆς πνοῆς μοι ἐνούσης· Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν,» τί ἔχεις εἰπεῖν καὶ περὶ τοῦ Ἰώβ; Μακεδ. Καὶ λέγω θεῖον τὸ Πνεῦμα, οὐ μὴν Θεόν. Ὀρθ. Τὸ δὲ θεῖον Πνεῦμα τί ἄλλο ἐστὶν ἢ Θεός; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκοῦν εἰπὲ, εἴ τινα τῶν ἁγίων δυ νάμεων θεῖον εἶπεν ἡ Γραφή. Ἀνάγνωθι τὴν Παλαιὰν πᾶσαν ∆ιαθήκην καὶ τὴν Καινὴν, εἰ εὑρέθη τις τῶν ἁγίων ἀγγέλων θεῖον λεγόμενος Πνεῦμα. Μακεδ. Οὐδὲν γὰρ τῶν ἄλλων πνευμάτων τοιοῦτό ἐστι Πνεῦμα· μοναδικὸν γάρ ἐστι. Ὀρθ. Ὁμολογεῖταιοὖν καὶ παρὰ σοῦ, μὴ εἶναι ἐν τοῖς κτίσμασι Πνεῦμα τοιοῦτο. Μακεδ. Ὁμολογεῖται. Ὀρθ. Ἴδωμεν οὖνλοιπὸν, εἰ οὐκ ἔχει μετὰ Πατρὸς καὶ Υἱοῦ τὴν κατὰ φύσιν κοινωνίαν. Μακεδ. Τοῦτο ἐὰν δειχθῇ, ἐδείχθη καὶ Θεός. Ὀρθ. Τέως Πνεῦμα θεῖον ἐδείχθη. Μακεδ. Ἀλλ' οὐ Θεός. Ὀρθ. Ἐὰν ἀκούσωμεν Παύλου τοῦἀποστόλου λέγοντος, τὸν Θεὸν μηδὲν ἄλλο εἶναι ἢ θεῖον, ἀνάγκη συνθέσθαι τὸ θεῖον εἶναι Θεόν. Μακεδ. Οὐ 28.1233 πάντως. Οὐδὲ γὰρ ἐπειδὴ ὁ Θεὸς Πνεῦμα, καὶ τὸ 28.1233 θεῖον Πνεῦμα Θεός. Ποῦ δὲ γέγραπται, ὁ Θεὸς θεῖον; Ὀρθ. Ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει Παῦλος οὕτως· «Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ, χαρά γματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπων, τὸ θεῖον εἶναι ὅμοιον.» Μακεδ. Φθάσας εἶπον, ὅτι κἂν θῶ, ὅτι ὁ Θεὸς Πνεῦμά ἐστιν, οὐ πάντως καὶ τὸ θεῖον Πνεῦμα Θεός. Ὀρθ. Εἰ οὐδὲν τῶν κτισμάτων Πνεῦμα θεῖον, οὐδὲν Πνεῦμα ἁγιωσύνης, κοινὰ δὲ ταῦτα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· τῆς αὐτῆς ἄρα φύσεως Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Μακεδ. ∆εῖξον οὖν, ὅτι, ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς, οὕτω καὶ τὸ Πνεῦμα ζωοποιεῖ. Ὀρθ. Λέγει Παῦλος· «Ὑμεῖς δὲ οὐκέτ' ἐστὲ ἐν σαρκὶ, εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νε κρὸν δι' ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύ νην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιή σει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Μακεδ. Οὕτως οὐ γέ γραπται, διὰ τοῦ ἐνοικοῦντος, ἀλλὰ τὸ ἐνοικοῦν. Ὀρθ. Ἐὰν δειχθῇ, ὅτι «διὰ τοῦ ἐνοικοῦντος» γέγραπται, πείθῃ, ὅτι τῆς αὐτῆς ἐστι φύσεως τὸ Πνεῦμα Πατρὶ καὶ Υἱῷ; Μακεδ. Ἐὰν οὖν που ἓν ἢ δεύτερον ἀντίγραφον εὑρεθῇ ἐσφαλμένον παρ' ὑμῖν, ἐκ τούτου ἔχεις με πεῖσαι; Ὀρθ. Ἔχομεν δεῖξαι, ὅτι ἐν ὅλοις τοῖς ἀρχαίοις ἀντιγράφοις οὕτω γέγρα πται. Ἐπεὶ δὲ νομίζεις τοῦτο ἀντιλεγόμενον εἶναι, πληροφορήθητι καὶ ἐξ ἄλλης γραφικῆς ἀποδείξεως. Μακεδ. Εἰπέ· τοῦτο γὰρ ἀντιλέγεται. Ὀρθ. Λέγει ὁ αὐτὸς ὁ ἅγιος Παῦλος· «Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος,