1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

29

θρήνων τοῦτο εἶναι δοκεῖ; Οὐχὶ παρανομίας τῆς χαλεπωτάτης ταύτην ἔφησεν εἶναι δίκην ὁ Παῦλος; Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων καὶ τῆς φρικτῆς ἐκείνης μετέχοντας τραπέζης ταύτην ἔφησε τίνειν δίκην οὕτω λέγων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.» Οὐχὶ καὶ νομοθέται πάντες τοὺς τὰ ἀνήκεστα πλημμελοῦντας τούτῳ καταδικάζουσι τῷ ἐπιτιμίῳ; Καὶ ὁ Θεὸς δὲ οὐ ταύτην ἐσχάτην ἐπέθηκεν τιμωρίαν ἐν τῷ νόμῳ τοῖς μεγάλα πλημμελοῦσιν; Οὐ διὰ τὸν τούτου φόβον ὁ πατριάρχης ἐκεῖνος ὁ καὶ τὴν φύσιν αὐτὴν νικήσας τὴν γυναῖκα τὴν ἑαυτοῦ κατεδέξατο ἡδυπαθείαις ἐκδοῦναι βαρβαρικαῖς καὶ Αἰγυπτιακῇ τυραννίδι, καὶ τὸ δρᾶμα τῆς ὕβρεως αὐτός τε κατεσκεύαζε καὶ τὴν γυναῖκα παρεκάλει τὴν χαλεπὴν ταύτην συνυποκρίνασθαι τραγῳδίαν αὐτῷ; Καὶ οὐδὲ τὴν αἰτίαν αἰσχύνεται τιθεὶς τῆς τοιαύτης σκηνῆς· «Ἔσται γάρ, φησίν, ὡς ἐὰν ἴδωσί σε οὕτω τῇ ὥρᾳ λάμπουσαν καὶ τῷ κάλλει τῆς ὄψεως κρατοῦσαν, ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν ὅτι ἀδελφή μου εἶ, ἵνα εὖ μοι γένηται διὰ σὲ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.» Εἶδες φόβον, εἶδες τρόμον κατασείοντα τὴν ὑψηλὴν ἐκείνην καὶ φιλόσοφον ψυχήν; Εἶδες τὸν ἀδάμαντα διαλυθέντα τῇ ἀγωνίᾳ; Ψεύδεται τὸ γένος καὶ ἕτερον ἀνθ' ἑτέρου παρατίθησι τῇ γυναικὶ τὸ προσωπεῖον καὶ τοῖς λύκοις εὐάλωτον ποιεῖ τὴν ἀμνάδα· καὶ ὃ πάντων ἐστὶν ἀνδράσιν ἀφορητότερον γυναῖκα ἰδεῖν ὑβριζομένην μᾶλλον δὲ καὶ ὑποπτεῦσαι μόνον, τοῦτο-καὶ τὸ τούτου χαλεπώτερον· οὐδὲ γὰρ ὑποψία ἦν, ἀλλ' ὕβρις ἔργῳ τολμωμένη-οὐ μόνον ὁρᾷ, ἀλλὰ καὶ ὅπως τολμηθείη κατασκευάζει καὶ κοῦφον αὐτῷ φαίνεται τοῦτο καὶ φορητόν. Καὶ γὰρ πάθος ἐκράτει πάθους, τοῦ χαλεποῦ τὸ χαλεπώτερον καὶ ζηλοτυπίας περιεγένετο δειλία θανάτου. Καὶ ὁ μέγας δὲ Ἠλίας ἐκεῖνος διὰ τὸν τούτου φόβον δραπέτης καὶ φυγὰς καὶ μετανάστης ἐγένετο, ἀπειλὴν μόνον δείσας πορνευομένης καὶ ἐναγοῦς γυναικός· καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν· ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον δι' ὃν τοσαῦτα παρεκινδύνευσε καταλιπεῖν ἀθρόον καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν. Καὶ γὰρ φοβερὰ σφόδρα τοῦ πράγματος ἡ φύσις· διά τοι τοῦτο καθ' ἑκάστην ἡμέραν ἐπιοῦσα ἡμῶν τὸ γένος, οὕτω καθ' ἕκαστον ἡμᾶς ἐκπλήττει νεκρὸν καὶ συγχέει καὶ συστέλλει ὡς ἀθρόον τότε φαινομένη. Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη, οὐδὲ τὸ καθ' ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ· οὐδὲ ἐπαλαιώθη τῷ χρόνῳ τὰ τῆς ἀθυμίας καὶ τῆς ἐκπλήξεως ταύτης, ἀλλὰ νεάζει καὶ ἀκμάζει διηνεκῶς καὶ τὸν φόβον ἀκραιφνῆ καὶ ἀνθοῦντα ἔρχεται καθ' ἑκάστην φέρουσα τὴν ἡμέραν. Καὶ μάλα εἰκότως. Τίς γὰρ οὐκ ἂν συγχυθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργαζόμενον, ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων κωκυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, παρειὰς ξαινούσης, πλοκάμους λυούσης, χοροὺς περιιστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς, οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀτερπῆ διαδεχόμενα, ἀφωνίαν, ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσωδίαν, ἀφανισμὸν παντελῆ καὶ εἰς ὀστέα εἰδεχθῆ καὶ ἄσημα τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα;