29
ἔργον ἐστί· τοὺς γὰρ καθ' ἑαυτοὺς ὄντας, ὅταν ἀκριβῶς συγκολλήσῃ καὶ συνάψῃ, στεῤῥοὺς ἐργάζεται. Καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅταν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν. Ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσι, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ. Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἀνθρώπινον λογισμὸν εὐηργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν. Οὐκ ἔστι γὰρ εἶναι στεῤῥὸν τὸν λογισμοὺς ἀπαιτοῦντα. Ἰδοὺ γὰρ τὰ σεμνὰ ἡμῶν πάντα πῶς ἔρημα λογισμῶν, καὶ πίστεως ἔχεται μόνης. Οὐκ ἔστιν οὐδαμοῦ ὁ Θεὸς, καὶ πανταχοῦ ἐστι. Τί τούτου ἀλογώτερον; Ἕκαστον καθ' ἑαυτὸ ἀπορίας γέμει. Οὐ γὰρ δὴ ἐν τόπῳ ἐστὶν, οὐδὲ τόπος ἐστί τις ἐν ᾧ ἐστιν. Οὐκ ἐγένετο, οὐχ ἑαυτὸν ἐποίησεν, οὐκ ἤρξατο τοῦ εἶναι. Ποῖος ταῦτα λογισμὸς καταδέξεται, ἂν μὴ πίστις ᾖ; ἢ οὐχὶ κατάγελως εἶναι δοκεῖ, καὶ αἰνίγματος μᾶλλον οὐκ ἔχει τέλος; Τὸ μὲν οὖν ἄναρχον αὐτοῦ καὶ ἀγέννητον καὶ ἀπερίγραφον καὶ ἄπειρον, οὕτως ἄπορον· τὸ δὲ ἀσώματον ἴδωμεν, μήποτε λογισμῷ ἐξετάσαι δυνώμεθα. Ἀσώματός ἐστιν ὁ Θεός. Τί ἐστιν ἀσώματος; Ῥῆμα ψιλὸν μόνον· ἡ γὰρ ἔννοια οὐδὲν ἐδέξατο, οὐδὲ ἐνετύπωσεν ἑαυτῇ· κἂν γὰρ ἀνατυπώσῃ, εἰς φύσιν ἔρχεται, καὶ τὰ τοῦ σώματος ποιητικά. Ὥστε λέγει μὲν τὸ στόμα, οὐκ οἶδε δὲ ἡ διάνοια τί λέγει, ἢ ἓν μόνον, ὅτι οὐκ ἔστι σῶμα· τοῦτο μόνον οἶδε. Καὶ τί λέγω ἐπὶ Θεοῦ; ἐπὶ γὰρ ψυχῆς τί ἐστι τὸ ἀσώματον, τῆς γενομένης, τῆς ἐγκεκλεισμένης, τῆς περιγραφομένης; εἰπὲ, δεῖξον. Ἀλλ' οὐκ ἂν ἔχοις. Ἀήρ ἐστιν; Ἀλλ' ὁ ἀὴρ σῶμα, εἰ καὶ μὴ ναστὸν, καὶ πολλαχόθεν δῆλον ὅτι σῶμά ἐστι χαῦνον. Πῦρ δέ; Ἀλλὰ τὸ πῦρ σῶμά ἐστιν, ἡ δὲ ἐνέργεια. τῆς ψυχῆς ἀσώματον. ∆ιὰ τί; Ὅτι πανταχοῦ διήκει. Εἰ δὲ αὐτὴ σῶμά ἐστιν, ἐν τόπῳ τὸ ἀσώματον· οὐκοῦν καὶ περιγράφεται· τὸ δὲ περιγραφόμενον, ἐν σχήματί ἐστι, τὰ δὲ σχήματα ἀπὸ γραμμῆς, αἱ δὲ γραμμαὶ σωμάτων. Πάλιν τὸ ἀσχημάτιστον ποίαν ἔννοιαν ἔχει; Οὐ σχῆμα ἔχει, οὐκ εἶδος, οὐ τύπον. Ὁρᾷς πῶς ἰλιγγιᾷ ἡ διάνοια; Πάλιν ἄδεκτος ἡ φύσις κακῶν ἐκείνη· ἀλλὰ καὶ ἑκών ἐστιν ἀγαθός· οὐκοῦν δεκτική. Ἀλλ' οὐκ ἔστιν εἰπεῖν· μὴ γένοιτο. Πάλιν θέλων εἰς τὸ εἶναι παρήχθη, ἢ μὴ θέλων; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Πάλιν περιγράφει τὴν οἰκουμένην, ἢ οὔ; Εἰ μὲν γὰρ μὴ περιγράφει, αὐτὸς περιγράφεται· εἰ δὲ περιγράφει, ἄπειρός ἐστι τῇ φύσει. Πάλιν ἑαυτὸν περιγράφει; Ἀλλ' εἰ περιγράφει ἑαυτὸν, ἄρα οὐκ ἄναρχος ἑαυτῷ, ἀλλ' ἡμῖν· οὐκοῦν οὐ φύσει ἄναρχος. Πανταχοῦ τὰ ἐναντία δεῖ δοῦναι. Ὁρᾷς τὸν ζόφον ὅσος, καὶ ὅτι πανταχοῦ πίστεως δεῖ; Αὕτη ἐστὶν ἡ στεῤῥά. Ἀλλ', εἰ βούλεσθε, ἐπὶ τὰ τούτων ἐλάττω ἔλθωμεν. Ἔχει ἐνέργειαν ἐκείνη ἡ οὐσία. Καὶ τί ἐστιν ἐνέργεια ἐπ' αὐτοῦ; ἆρα κίνησίς τις; Οὐκοῦν οὐκ ἄτρεπτος· τὸ γὰρ κινούμενον οὐκ ἄτρεπτον· ἐξ ἀκινησίας γὰρ κινεῖται. 62.336 Ἀλλ' ὅμως κινεῖται, καὶ οὐδέποτε ἵσταται. Ποίαν δὲ κίνησιν, εἰπέ μοι; παρὰ γὰρ ἡμῖν ἑπτά τινές εἰσιν, ἡ κάτω, ἡ ἄνω, ἡ ἐντὸς, ἡ ἐκτὸς, ἡ δεξιὰ, ἡ ἀριστερὰ, ἡ κυκλοφορικῶς· ἢ εἰ μὴ τοῦτο, αὔξησις, μείωσις, γένεσις, φθορὰ, ἀλλοίωσις. Ἀλλ' οὐδεμίαν τούτων κινεῖται, ἀλλ' οἵαν ὁ νοῦς κίνησιν κινεῖται; Ἀλλ' οὐδὲ τοῦτο· μὴ γένοιτο· πολλὰ γὰρ καὶ ἀτόπως ὁ νοῦς κινεῖται. Τὸ θέλειν ἐστὶ τὸ ἐνεργεῖν; πάντας δὲ ἀνθρώπους θέλει ἀγαθοὺς εἶναι καὶ σωθῆναι· πῶς οὐ γίνεται; Ἀλλ' ἕτερον τὸ θέλειν, ἄλλο δὲ τὸ ἐνεργεῖν; Οὐκοῦν οὐκ ἀρκεῖ πρὸς ἐνέργειαν τὸ θέλειν· πῶς οὖν λέγει ἡ Γραφὴ, Πάντα, ὅσα ἠθέλησεν, ἐποίησε; καὶ πάλιν ὁ λεπρός φησι τῷ Χριστῷ· Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι; Βούλεσθε καὶ ἄλλο εἴπω; πῶς ἐξ οὐκ ὄντων τὰ ὄντα γέγονε; πῶς εἰς τὸ μηδὲν ἀναλύεται; τί ἀνώτερον τοῦ οὐρανοῦ; κἀκείνου δὲ πάλιν τί; κἀκείνου τί; καὶ μετ' ἐκεῖνο τί; καὶ τοῦτο ἐπ' ἄπειρον. Τί κατώτερον τῆς γῆς; θάλαττα· καὶ μετὰ ταύτην τί; καὶ μετ' ἐκεῖνο πάλιν τί; Ἀλλ' εἰς τὰ δεξιὰ, εἰς τὰ ἀριστερὰ, οὐχ ἡ αὐτὴ ἀπορία; δʹ. Ἀλλὰ ταῦτα μὲν ἀόρατα. Βούλεσθε ἐπὶ τῶν ὁρωμένων ἀγάγω τὸν λόγον; ἐπὶ τῶν ἤδη συμβάντων; Εἰπέ μοι, πῶς τὸ θηρίον τὸν Ἰωνᾶν εἶχε ἐν τῇ γαστρὶ,