1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

29

παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Ποῖον Ἰουδαῖον ἐνταῦθά φησιν, ἢ περὶ ποίων Ἑλλήνων διαλέγεται; Τῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Οὔπω γὰρ εἰς τοὺς τῆς χάριτος ἔφθασε χρόνους ὁ λόγος, ἀλλ' ἔτι τοῖς ἀνωτέρω χρόνοις ἐνδιατρίβει, προκαθαιρῶν πόῤῥωθεν, καὶ ἀναιρῶν τὸ μέσον τοῦ Ἕλληνος καὶ τοῦ Ἰουδαίου, ἵν', ὅταν ἐν τῇ χάριτι τοῦτο ποιῇ, μηκέτι δόξῃ καινόν τι καὶ φορτικὸν ἐπινοεῖν. Εἰ γὰρ ἐν τοῖς ἀνωτέρω χρόνοις, ὅτε οὔπω ἡ χάρις ἦν ἐκλάμψασα ἡ τοσαύτη, ὅτε τὰ τῶν Ἰουδαίων σεμνὰ καὶ περιβόητα καὶ λαμπρὰ παρὰ πᾶσιν ἦν, οὐδὲν ἦν τὸ μέσον, τίνα ἂν ἔχοιεν λοιπὸν εἰπεῖν λόγον μετὰ τὴν τοσαύτην τῆς χάριτος ἐπίδειξιν; ∆ιά τοι τοῦτο καὶ μετὰ πολλῆς αὐτὸ κατασκευάζει τῆς σπουδῆς. Καὶ γὰρ ὁ ἀκροατὴς τοῦτο μαθὼν ἐν τοῖς ἀνωτέρω χρόνοις κρατοῦν, πολλῷ μᾶλλον μετὰ τὴν πίστιν αὐτὸ παραδέξεται. Ἕλληνας δὲ ἐνταῦθά φησιν, οὐ τοὺς εἰδωλολατροῦντας, ἀλλὰ τοὺς θεοσεβοῦντας, τοὺς τῷ φυσικῷ πειθομένους νόμῳ, τοὺς πλὴν τῶν Ἰουδαϊκῶν παρατηρήσεων πάντα τὰ πρὸς εὐσέβειαν συντελοῦντα διατηροῦντας· οἷοι ἦσαν οἱ περὶ τὸν Μελχισεδὲχ, οἷος ἦν ὁ Ἰὼβ, οἷοι ἦσαν οἱ Νινευῗται, οἷος ἦν ὁ Κορνήλιος. Ἤδη τοίνυν προδιορύττει τῆς περιτομῆς καὶ τῆς ἀκροβυστίας τὸ μέσον, καὶ πόῤῥωθεν ταύτην προκαταλύει τὴν διαφορὰν, ὥστε καὶ ἀνυπόπτως αὐτὸ ποιῆσαι, καὶ ἐξ ἑτέρας ἀνάγκης εἰς τοῦτο ἐμβαλεῖν· ὅπερ ἀεὶ τῆς συνέσεώς ἐστιν ἴδιον τῆς ἀποστολικῆς. Εἰ μὲν γὰρ ἐπὶ τῶν καιρῶν αὐτὸ τῆς χάριτος ἔδειξεν, ἔδοξεν ἂν πολλὴν ὑποψίαν ἔχειν ὁ λόγος· τὸ δὲ διηγούμενον τὴν κατέχουσαν τὸν κόσμον κακίαν καὶ πονηρίαν, ἐκ τῆς ἀκολουθίας ἐκείνης εἰς τὸν περὶ τούτων ἐμβῆναι λόγον, ἀνύποπτον ἐποίει τὴν διδασκαλίαν. δʹ. Καὶ ὅτι τοῦτο βούλεται, καὶ διὰ τοῦτο οὕτω συνέθηκε, δῆλον ἐκεῖθεν. Εἰ μὴ γὰρ τοῦτο ἐσπούδαζε κατασκευάσαι, ἤρκει εἰπόντα, ὅτι Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, παύσασθαι τῆς ὑποθέσεως ταύτης· καὶ γὰρ ἀπηρτισμένη ἦν. Ἀλλ' ἐπειδὴ οὐ τοῦτο ἦν αὐτῷ τὸ ζητούμενον, περὶ κρίσεως μόνον εἰπεῖν τῆς μελλούσης, ἀλλὰ καὶ δεῖξαι οὐδὲν πλέον ἔχοντα τὸν Ἰουδαῖον τοῦ τοιούτου Ἕλληνος, ἵνα μὴ μέγα φρονῇ, πρόεισι περαιτέρω, καὶ τάξει κέχρηται. Σκόπει δέ· Ἐφόβησε τὸν ἀκροατὴν, ἐπήχησεν αὐτῷ τὴν ἡμέραν τὴν φοβερὰν, εἶπεν ὅσον κακὸν τῇ πονηρίᾳ συζῇν, ἔδειξεν οὐδένα ἐξ ἀγνοίας ἁμαρτάνοντα οὐδὲ ἀτιμωρητὶ, ἀλλὰ, κἂν μὴ νῦν δῷ δίκην, δώσοντα πάντως· ἐντεῦθεν λοιπὸν βούλεται κατασκευάσαι, ὅτι ἡ τοῦ νόμου διδασκαλία οὐ σφόδρα τῶν κατεπειγόντων ἦν· ἐν γὰρ τοῖς ἔργοις ἡ κόλασις καὶ ἡ τιμὴ, οὐκ ἐν περιτομῇ καὶ ἀκροβυστίᾳ. Ἐπεὶ οὖν εἶπεν ὅτι πάντως κολασθήσεται ὁ Ἕλλην, καὶ 60.427 ἔλαβεν ὡμολογημένον τοῦτο, καὶ ἀπ' αὐτοῦ κατεσκεύασεν, ὅτι καὶ τιμηθήσεται, περιττὸν λοιπὸν ἐδήλωσε τὸν νόμον καὶ τὴν περιτομήν· μάλιστα γὰρ Ἰουδαίοις ἐνταῦθα μάχεται. Ἐπειδὴ γὰρ ἐκεῖνοι φιλονεικότερον διέκειντο, πρῶτον μὲν ὑπὸ τύφου οὐκ ἀξιοῦντες μετὰ τῶν ἐξ ἐθνῶν συναριθμεῖσθαι· δεύτερον καταγελῶντες, εἰ ἡ πίστις πάντα ἀφανίζει τὰ ἁμαρτήματα, διὰ τοῦτο πρότερον κατηγόρησε τῶν Ἑλλήνων, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ἵνα ἀνυπόπτως καὶ μετὰ παῤῥησίας τῶν Ἰουδαίων καθίκηται· εἶτα εἰς τὴν περὶ τῆς κολάσεως ἐξέτασιν ἐλθὼν, δείκνυσιν οὐ μόνον οὐδὲν ὠφελούμενον τὸν Ἰουδαῖον ἀπὸ τοῦ νόμου, ἀλλὰ καὶ βαρούμενον· καὶ τοῦτο ἄνωθεν κατασκευάζει. Εἰ γὰρ ὁ Ἕλλην διὰ τοῦτο ἀναπολόγητος, ὅτι τῆς κτίσεως αὐτὸν ἐναγούσης καὶ τῶν λογισμῶν, οὐκ ἐγένετο βελτίων· πολλῷ μᾶλλον ὁ Ἰουδαῖος μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν λαβών. Πείσας τοίνυν αὐτὸν εὐκόλως δέξασθαι τὸν λογισμὸν τοῦτον ἐν τοῖς ἑτέρων ἁμαρτήμασι, καὶ ἄκοντα ἀναγκάζει λοιπὸν ἐν τοῖς περὶ ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ ἐπὶ τῶν χρηστοτέρων αὐτὸν προάγει, λέγων οὕτω· ∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ἐνταῦθα μὲν γὰρ, ὅσα ἄν τις ἔχῃ καλὰ, μετὰ πολλῶν ἔχει