1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

29

δέοντα. κατῴκει δὲ τοῖς κατὰ τὴν κιστέρναν χώροις τοῦ Ἄσπαρος, ἣν ἐκεῖνος ἱδρύσατο, δι' οὗ καὶ τὴν προσηγορίαν αὕτη ἀπείληφεν· καὶ ἐπὶ μακρὸν χρόνον βιώσας ἐνδόξως ἀποβεβιώκει, ἀποκαταστήσας τὸν ἑαυτοῦ οἶκον μονασταῖς καταγώγιον, ἐν ᾧ καὶ κεκήδευτο. 4.9 Μετὰ δὲ τὴν ἐκ τοῦ παλατίου αὐτοῦ ἀποικίαν φθόνῳ τῷ πρὸς τὸν Θεόκτιστον διεγείρεται Βάρδας αὐτὸν ἀφαντῶσαι, καὶ τρόπῳ τοιούτῳ τεχνάζεται. παρεντίθησι βασιλεῖ Μιχαὴλ τὴν μητέρα φρονεῖν ἑαυτῇ γάμον ἢ ἐν μιᾷ τῶν αὐτῆς θυγατέρων ἐπισκευάσασθαι, δι' οὗ τὴν αὐτοῦ βασιλείαν ποιήσειεν ἔκδοτον, τοῦτόν τε καθαιρήσειν αὐτῆς καὶ ἀπομματῶσαι. ὡς δὲ τοῖς τοιούτοις λόγοις ἐκεκλυδώνιστο Μιχαήλ, ἐπεῖπεν τὸν Θεόκτιστον τούτων αἴτιον ἔσεσθαι. καὶ ἐμμεριμνῶσιν ἀμφότεροι περὶ τῆς κατ' αὐτοῦ ἐπιθέσεως, δολοφονῆσαι ἢ μᾶλλον ὑπερορίσαι τοῦτον, εἴ γε δυνήσονται· καὶ ἐπὶ ταύτῃ τῇ συσκευῇ προσλαμβάνουσιν ὑποστρατήγους τινὰς τῆς οἰκείας περιῃρημένους ἀρχῆς, ὅπως αὐτοῖς συνεργήσαιεν, ἀλλὰ μὴν καὶ Θεοδώρας τὴν σύγγονον, ἐφ' ᾗ Καλὴ Μαρία τὸ εὔφημον, ὡς ἂν καὶ αὕτη τὰ κατὰ δολοφονίαν τοῦ Θεοκτίστου συμπράξῃ τῷ βασιλεῖ κρυφίως, ἐξ ὑπερτέρου τετρημένου οἰκίσκου διόπτειραν καταστήσαντες, ἐντεῦθεν κατασημῆναι τῷ βασιλεῖ, ὁπόταν τὸν Βάρδαν ἴδοι τῷ Θεοκτίστῳ ἐπιτιθέμενον. ὡς οὖν ταῦτα περὶ τούτου διεσκοπήκει ὁ Βάρδας, ταῖς πρὸς τὸν Λαυσιακὸν καθέδραις προσεποιεῖτο διαναπαύεσθαι τοῖς πραιποσίτοις συνεδριάζων· καὶ δὴ τὰ λογοθέτου τοῦ δρόμου πραγματικῶς Θεοκτίστου διευθετοῦντος, πάνυ τετηρημένως ἔσχεν ὁ Βάρδας ἐκ βασιλέως ἀπανιόντα ἢ πρὸς τοῦτον ἐπανιόντα ἐνεδρεύειν ὡς λέων ἐν ἀποκρύφῳ ἀθρόως τε προσπηδῆσαι κατακολουθῆσαί τε καὶ ἐνστῆναι ἢ καὶ μᾶλλον ὑποσκελίσαι καταπρηνῆ. συνεῖχε μὲν αὐτόν, συνεῖχε πολὺς ὁ ἀγών, καὶ ἐπιθέσθαι πολλάκις διώρμητο, καὶ τῆς ὁρμῆς ἀνεκόπτετο· ἀλλ' ὅμως, εἰ καὶ βραδέως, τῆς καθέδρας ἀνίσταται καὶ καταδραμὼν φθάνει, καὶ ἵνα λεχθείη ποιητικῶς, κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, καταπρηνίξας αὐτόν. καὶ εὐθέως ἐπιδίδοται σὺν κουλεῷ σπάθη ἐπώμιος, ἣν πρὸς ἀποτροπὴν ἐναντίων ἐγύμνωσεν. τῆς ἕδρας οἱ ἀποστράτηγοι διανίστανται θαρσαλέως ἐπαμυνοῦντες τῷ ἐγχειρήματι. καὶ τῇ σκοπῷ γυναικὶ κατασημαίνεται βασιλεῖ πρὸς ἐξέλευσιν τὴν διὰ χαλκηλάτων πυλῶν Τιβερίου τοῦ ἄνακτος· καὶ στὰς ἐκεῖσε τὸν Θεόκτιστον βασιλικῇ ψήφῳ προστέταχεν αἴρεσθαι. καὶ ἑλκύεται χαμαὶ δι' ὑπασπιστῶν μέχρι τῶν ἔξω περὶ τὰ Σκῦλα, κἀκεῖσε συνέχεται πρός τινος βασιλικῆς ἀποφάσεως τελέσων ἐνέργημα. ὡς δὲ περὶ τούτου ἡ δέσποινα διεμεμαθήκει, ἐξῄει πρὸς τὸν Λαυσιακὸν αὐτοσχέδιος, ἐπιζητοῦσα τὸν ταύτης θεράποντα καὶ ἀποκτονέναι μὴ συγχωροῦσα· ἀλλ' ἀπρακτί, κἂν τότε τολμηρὸν ἐπεβόα. ἔπειτα δὲ φωνῇ βριαρᾷ καταπτοηθεῖσα, θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γένος, αὐτῇ ἐπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν τοιαύτην ἡμέραν κρουόντων ἀποκαλῶν. 4.10 Ὡς οὖν ἐπὶ πολὺ κατὰ τὰ Σκῦλα ὁ Θεόκτιστος ἐκεκράτητο, τὸν ἐξ Ἀρμενίων Κωνσταντῖνον, οὗ προμεμνήμεθα, δυσωπεῖ ἀντιλαβέσθαι αὐτοῦ. οὗτος δὲ χρηστότητος τρόποις φερόμενος τὰς πρὸς τὸν Ἰουστινιανοῦ τρίκλινον φερούσας πύλας συνέπτυξεν, τὴν δι' αὐτῶν ἀπείργων φορὰν στρατιωτικὴν τέως ἀκρατῶς ἐρχομένην, ἕως ἂν τὰ πρὸς ἐξορίαν αὐτοῦ διορίσειαν, καὶ μὴ κεχράνθαι Χριστιανικῷ τινὰς αἵματι. τοῦτο γὰρ καὶ Βάρδᾳ πολυμερῶς ἐπεφρόντιστο, εἴ γε ῥᾳδίως τὰ πραττόμενα διεξάγοιτο. ἀλλὰ τὸν βασιλέα παρορμῶσί τινες συμβουλεύοντες, ὡς εἴπερ μὴ διὰ τάχους ἀναιρεθείη Θεόκτιστος, ἐπανάστασις ἔσται παρὰ δεσποίνης δυσφόρητος. τοὺς ἐκ Ταυρικῆς καθ' ἑταιρείαν Σκύθας ὁ βασιλεὺς ῥαγδαίῳ προστάγματι διαρρώννυσιν ἐπελθεῖν κατ' αὐτοῦ καὶ συντόμως διαχειρίσασθαι. οἱ δὲ ἐπῄεσαν ὁμοθυμαδόν· ὡς δὲ τὰς πύλας εὗρον συνεπτυγμένας, ἐπείπερ ὁ Κωνσταντῖνος ἐντὸς ἐφεστήκει, κακῷ μετρίῳ τὸ ἄμετρον τῶν κακῶν ἐξιώμενος ὑπεξίσταται, εἰ καὶ γενναῖος τήν τε φρόνησιν καὶ τὴν ψυχὴν καθεστήκει· καὶ ὅσον ἐνῆν αὐτῷ σθένους ἔν τε λόγοις καὶ ἔργοις,