30
λιμένα τοῦ θείου θελήματος εὐθυνομένην. εἰ οὖν ἐν τῇ ἀνοίᾳ ὁ ἄνθρωπος σῴζεται, πῶς ὁ νοήμων κυβέρνησιν κτήσεται; τίνι δ' ἂν οἰκειότερον [ἐν] φύσει εἴη τὸ θεῖον; πρὸς τί μᾶλλον καταλλή λως ἔχειν τὴν θείαν φύσιν ὁ λογισμὸς ὑποτίθεται; παχεῖά τις καὶ ἀντιτυπής ἐστιν ἡ σὰρξ καὶ πρὸς τὴν γεώδη φύσιν συγγενῶς ἔχει, νοερὸν δέ τι καὶ ἀφανὲς καὶ ἀσχημάτιστον ἡ διάνοια. τί ἂν μᾶλλον οἰκειότερον εὑρεθείη ἐκ τούτων πρὸς τὸ συναρμοσθῆναι θεῷ, τὸ παχὺ καὶ γεῶδες ἢ τὸ ἀναφές τε καὶ ἀσχημάτιστον; πῶς δὲ συναρμόζεται τῷ θεῷ σάρξ, ὥς φησιν, ἀβιάστως ἡ μεταλαμβάνουσα τῆς καθαρᾶς ἀρετῆς; 3,1.198 τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀρετὴ προαιρέσεώς ἐστι κατόρθωμα; ἡ δὲ σὰρξ ὄργανόν ἐστι τῆς προαιρέσεως, τῇ ὁρμῇ τῆς δια νοίας ἐγκείμενον, πρὸς ὅπερ ἂν ὁ κινῶν ἄγῃ, πρὸς τοῦτο μετατιθέμενον. ἡ δὲ προαίρεσις οὐδὲν ἕτερον εἰ μὴ νοῦς τίς ἐστι καὶ πρός τι διάθεσις. εἰ οὖν μεταλαμβάνειν φήσει τὸν ἄνθρωπον καθαρᾶς ἀρετῆς, ἐν ᾧ νοῦς οὐκ ἔστι, τὸ τὴν ἀρετὴν ἑκουσίως ὑποδεχόμενον τί ἂν εἴη; εἰ μὴ ἄρα τὸ βεβιασμένον ἀβίαστον ὁ λογογράφος νοεῖ. ὅταν γὰρ μὴ τοῦ νοῦ συντιθεμένου τῇ προτιμοτέρᾳ ῥοπῇ ἔξω τῶν κατὰ κακίαν ἐνεργημάτων τὸ σῶμα γένηται, ἀνάγκης ἔργον, οὐ προαιρέ σεως ἔσται τὸ κατορθούμενον· ὁ δὲ διὰ τῆς τῶν λογισμῶν ἐπικρίσεως τὸ ἀγαθὸν προαιρούμενος κρείττων πάσης ἀνάγ κης καὶ βίας ἐστὶν οἴκοθεν ἔχων τὴν πρὸς τὸ κρεῖττον ῥοπήν. πῶς οὖν τῷ ἀπροαιρέτῳ ὁ λογογράφος μαρτυρεῖ τὸ ἀβίαστον, οὗ μηδεὶς λογισμὸς ἴδιος πρὸς τὸ καλὸν καθηγήσατο; τὸ γὰρ μὴ ἐκ προαιρέσεως ἀναμάρτητον οὐδὲ ἐπαινετόν ἐστι πάν τως, ἢ οὕτω καὶ τοὺς ὑπὸ δεσμῶν πρὸς κακουργίαν κωλυο μένους ἐπαινεσόμεθα, οὓς ἀφίστησι τῆς τῶν κακῶν ἐνεργείας ὁ δεσμός, οὐχ ἡ γνώμη.
Ἀλλ' ἀβιάστως, φησί, τὴν σάρκα ἡ θεότης προσάγεται· τὸ ἀβίαστον δηλαδὴ τὸ ἑκούσιον λέγει. πῶς οὖν ἄν τις ἐθελοντὴς τῇ ἀρετῇ προσαχ θείη, θέλημα οἰκεῖον μὴ κεκτημένος; τὸ γὰρ προαιρεῖσθαι καὶ βούλεσθαι καὶ ἡ τοῦ συμφέροντος ἐκλογὴ καὶ ἡ τοῦ βλά πτοντος ἀποβολή, ταῦτα πάντα διανοίας ἐστί· τὸ δὲ δια νοεῖσθαι τῶν ἀνοήτων οὐκ ἔστιν. εἰ οὖν ἀβιάστως τῷ θεῷ προσοικειοῦται ἡ σάρξ, μαρτυρεῖται παρὰ τούτων διὰ τοῦ λογογράφου μὴ ἀπροαίρετος εἶναι ἡ σὰρξ μηδὲ ἀκρίτως τε καὶ ἀνεπισκέπτως τοῦ λυσιτελοῦντος ἔχειν· τὸ δὲ τοιοῦτον οὐκ ἄν τις ἀλογίαν εἴποι. πῶς γὰρ ἂν γένοιτο ἐν τῷ ἀλόγῳ ὁ λόγος; ὥστε οὐ μόνον εἶναι τὸν νοῦν ἐν τῷ ἀνθρώπῳ δι' 3,1.199 ὧν λέγει συντίθεται, ἀλλὰ καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι. ἡ γὰρ ἑκούσιός τε καὶ ἀβίαστος πρὸς τὸ ἀγαθὸν ὁρμὴ μαρτυρία τῆς τοῦ νοῦ τελειότητος γίνεται. καὶ ὅτι διανοίας ἐστὶν ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις, διὰ τῶν ἐφεξῆς εἰρημένων μάλιστα δείκνυται, οὑτωσὶ κατὰ τὴν λέξιν ἐχόντων· Μεταδιδόντος γάρ, φησί, τῆς καθαρᾶς ἀρετῆς παντὶ τῷ ὑποχειρίῳ νοῦ. εἰ οὖν ἐν τῷ νῷ θεωρεῖ τὴν τῆς ἀρετῆς καθα ρότητα, πῶς ἐξοικίζει τῆς σαρκὸς ἐκείνης τὸν νοῦν, ἐν ᾗ τὴν καθαρότητα βλέπει; ἀνάγκη γὰρ ἓν ἐξ ἀμφοτέρων διημαρτῆ σθαι τῷ λόγῳ, ἢ τὸ μεθεκτὴν εἶναι τοῦ νοῦ τὴν ἀρετὴν ἢ τὸ ἄνουν εἶναι τὴν σάρκα τὴν ἀβιάστως τῇ ἀρετῇ προσαχθεῖσαν. Ὅσα δὲ προσέθηκε κατὰ τὸ ἀπρόσκολλόν τε καὶ ἀνακό λουθον, περιττὸν οἶμαι διεξετάζειν τοῦτον ἔχοντα τὸν τρόπον· Καὶ πᾶσι, φησί, τοῖς νοερῶς ὁμοιουμένοις Χριστῷ καὶ μὴ σαρκικῶς ἀνομοιουμένοις, τί γὰρ βούλεται ἡ τῶν εἰρημένων ναυτία, διδασκέτωσαν ταῦτα οἱ θαυμασταὶ τῆς ἀπάτης· ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. Καὶ εἰ ἀνθρώπῳ, φησί, συνήφθη ὁ θεός, τέλειος τελείῳ, δύο ἂν ἦσαν, εἷς μὲν φύσει υἱὸς θεοῦ, εἷς δὲ θετός. ἡδέως ἂν μάθοιμι παρὰ τῶν τὰ τοιαῦτα πεπαιδευμένων, οἳ τὸν ἔννουν καὶ τέλειον ἄνθρω πον υἱὸν θετὸν λέγουσι, τὸν ἀνόητον ἄνθρωπονοὕτω γὰρ πάντως τὸν μὴ ἔχοντα νοῦν ὀνομάζουσιτί προσεροῦσιν; ὁ γὰρ μονογενὴς θεὸς αὐτὸς καθ' ἑαυτὸν ἀνελλιπὴς καὶ τέλειος ὢν τὴν τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίαν ἔχει ἐπαληθευούσης τὴν κλῆσιν τῆς φύσεως· ἡ δὲ προσθήκη τοῦ ἡμιτελοῦς ἀνθρώπου ποῖον ὄνομα ἔχει; εἰ γὰρ ὁ τέλειος ἄνθρωπος