30
10.4 Ἀλλ' ὅμως τὸ φοβερὸν τοῦτο καὶ διὰ τῶν πραγμάτων δεικνύμενον καὶ διὰ τῆς τῶν ἁγίων ἐκείνων δειλίας ἀθυμίας πολὺ κουφότερον. Ταύτης γὰρ ἕνεκεν τοὺς μακροὺς τούτους τῶν λόγων διαύλους ἀνήλωσα, ἵνα σε διδάξω οἵαν τίνεις δίκην καὶ ἀντίρροπον αὐτῆς μᾶλλον δὲ καὶ πολλῷ μείζονα τῶν ἀγαθῶν ἀναμένεις τὴν ἀμοιβήν. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπὶ τοὺς ἁλόντας λοιπὸν καταφεύξομαι εἰς ὃ ἔμπροσθεν ἠπειγόμην ἐλθεῖν. Ὁ γὰρ τῶν Ἑβραίων δῆμος, Μωϋσέως ἐλθόντος καὶ ἐλευθερίαν εὐαγγελιζομένου καὶ τῶν Αἰγυπτιακῶν κακῶν ἀπαλλαγήν, οὐδὲ ἀκοῦσαι ἠνέσχετο καὶ τὴν αἰτίαν τιθεὶς ὁ νομοθέτης ἔλεγεν· «Ἐλάλησε δὲ Μωϋσῆς τῷ λαῷ καὶ οὐκ ἤκουσεν ὁ λαὸς Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας.» Καὶ ὅταν μεγάλας ἀπειλῇ τοῖς Ἰουδαίοις ὁ Θεὸς ἀπειλὰς ὑπὲρ παρανομίας πολλῆς μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν καὶ τοὺς λιμοὺς καὶ τοὺς λοιμοὺς καὶ τὴν ἀνθρωποφαγίαν καὶ ταύτην ἐπάγει τὴν δίκην λέγων· «∆ώσω αὐτοῖς καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.» Ἀλλὰ τί χρὴ λέγειν Ἰουδαίους, δῆμον ἄτακτον, ἀγνώμονα καὶ τῇ σαρκὶ δεδουλωμένον καὶ φιλοσοφεῖν οὐκ εἰδότα, παρὸν ἀπὸ τῶν μεγάλων ἐκείνων καὶ ὑψηλῶν ἀνδρῶν λαβεῖν τὴν ἀπόδειξιν; Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων, σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων τοιούτων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων, συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες· «Ποῦ ὑπάγεις;» οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης καὶ ὅλοι τῆς λύπης ἐγένοντο ὡς μηκέτι αὐτοῦ ταῦτα πυνθάνεσθαι. Καὶ τοῦτο ὀνειδίζων αὐτοῖς ὁ Χριστὸς ἔλεγεν· «Ἠκούσατε ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ ἔρχομαι πρὸς ὑμᾶς καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; Ἀλλὰ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.» Εἶδες ἔρωτα πῶς ἐπεσκότησεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν; Ὁ δὲ Ἠλίας πάλιν ἐκεῖνος-οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν-μετὰ τὴν φυγὴν καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης, οὐ φέρων τῆς ἀθυμίας τὴν τυραννίδα-καὶ γὰρ σφόδρα ἠθύμει· τοῦτο γοῦν ὁ τὴν ἰστορίαν γράψας ἐδήλου λέγων ὅτι «Ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ»-, ἄκουσον τί φησιν εὐχόμενος· «Ἱκανούσθω τὰ νῦν, Κύριε. Λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι οὐ κρείττων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.» Καὶ τὸ φοβερώτατον ἐκεῖνο, τὸν κολοφῶνα τῆς τιμωρίας, τὸ κεφάλαιον τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖ τάξει καὶ ἐν χάριτος μέρει βούλεται λαβεῖν. Οὕτω πολὺ θανάτου βαρύτερον ἀθυμία. Ἵνα γὰρ ἐκείνην διαφύγῃ, καταφεύγει ἐπὶ τοῦτον. 10.5 Ἐνταῦθα δέ σοι καὶ ζήτημά τι διαλῦσαι βούλομαι. Οἶδα γάρ σου τὴν περὶ τὰς λύσεις τῶν τοιούτων ἐπιθυμίαν καὶ σφόδρα ἐπίσταμαι ὅσον σοι χαριοῦμαι. Τί ποτ' οὖν ἐστι τὸ ζήτημα; Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διὰ τί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα; πῶς δὲ τότε αὐτὸν φεύγων νῦν αὐτὸν ἐπιζητεῖ; Ἵνα εἰδῇς καὶ ἐντεῦθεν μάλιστα πῶς χαλεπώτερον ἀθυμία θανάτου. Ὅτε μὲν γὰρ αὐτὸν ἐκεῖνος ὁ φόβος κατέσεισε μόνος, εἰκότως ἅπαντα ἔπραττεν ὥστε αὐτὸν ἐκφυγεῖν. Ἐπειδὴ δὲ ἐγκαθημένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν, κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γενομένη, τότε δὴ λοιπὸν τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισεν. Οὕτω καὶ Ἰωνᾶς ἐκείνην φεύγων ἐπὶ τοῦτον κατέφυγε καὶ αὐτὸς θάνατον αἰτεῖ λέγων·