1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

30

ταραχῶν, κἂν πλούσιος ᾖ, κἂν δυνάστης, κἂν βασιλεύς· κἂν μὴ πρὸς ἕτερον, πρὸς γοῦν ἑαυτὸν διαστασιάζει πολλάκις, καὶ πολὺν ἐν τοῖς λογισμοῖς ἔχει πόλεμον· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πάντα γαληνὰ καὶ ταραχῆς ἀπηλλαγμένα, καὶ γνησίαν ἔχοντα τὴν εἰρήνην. Κατασκευάσας τοίνυν ἐκ τῶν ἄνωθεν εἰρημένων, ὅτι καὶ οἱ μὴ νόμον ἔχοντες τῶν αὐτῶν ἀπολαύσονται, ἐπάγει καὶ λογισμὸν, οὕτω λέγων· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι κολάζεται καὶ ὁ Ἰουδαῖος καὶ ὁ Ἕλλην ἁμαρτάνοντες, οὐ δεῖται λογισμῶν· ὅταν δὲ, ὅτι καὶ τιμᾶται ὁ Ἕλλην, συστῆσαι βούληται, καὶ κατασκευῆς δεῖται λοιπόν. Καὶ γὰρ ἐδόκει θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ ὁ μὴ νόμου μηδὲ προφητῶν ἀκούσας, τιμᾶται τὰ ἀγαθὰ ἐργαζόμενος. ∆ιὰ τοῦτο, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ἐν τοῖς πρὸ τῆς χάριτος χρόνοις γυμνάζει αὐτῶν τὰς ἀκοὰς, ἵν' εὐκολώτερον ἐπεισαγάγῃ λοιπὸν μετὰ τῆς πίστεως καὶ τὴν ἐν τούτοις συγκατάθεσιν. Ἐνταῦθα γὰρ ἀνύποπτος μάλιστα γίνεται, ἅτε οὐ τὸ ἑαυτοῦ κατασκευάζων. Εἰπὼν τοίνυν, ∆όξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι, ἐπήγαγεν· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Βαβαὶ, ἐξ ὅσης ἐνίκησε τῆς περιουσίας! δείκνυσι γὰρ εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν, ὅτι οὐ κατὰ Θεὸν τὸ μὴ οὕτω γενέσθαι· καὶ γὰρ προσωποληψίας τὸ πρᾶγμα· ὁ δὲ Θεὸς οὐ τοιοῦτος. Καὶ οὐκ εἶπεν, εἰ δὲ μὴ τοῦτο γένοιτο, προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ σεμνότερον· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· τουτέστιν, οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμάτων ἐξετάζει διαφοράν. Τοῦτο εἰπὼν, ἐδήλωσεν οὐκ ἐν πράγμασιν, ἀλλ' ἐν προσώποις μόνον διαφέροντα τὸν Ἰουδαῖον τοῦ Ἕλληνος. Τούτοις ἀκόλουθον ἦν εἰπεῖν· Οὐ γὰρ, ἐπειδὴ ὁ μὲν Ἰουδαῖος, ὁ δὲ Ἕλλην, διὰ τοῦτο ὁ μὲν τιμᾶται, ὁ δὲ ὑβρίζεται· ἀλλ' ἀπὸ τῶν ἔργων ἑκάτερα γίνεται. Ἀλλ' οὐκ εἶπεν οὕτω· διήγειρε γὰρ ἂν τὸν θυμὸν τοῦ Ἰουδαίου· ἀλλ' ἕτερόν τι πλέον τίθησι κατασπῶν αὐτῶν κατωτέρω τὸ φρόνημα καὶ καταστέλλων, ὥστε ἐκεῖνο καταδέξασθαι. Τί δέ ἐστι τοῦτο; Τὸ ἑξῆς κείμενον· 60.428 Ὅσοι γὰρ ἀνόμως, φησὶν, ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Ἐνταῦθα γὰρ, ὅπερ ἔφθην εἰπὼν, οὐ μόνον ἰσοτιμίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος, ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως. Ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται· τὸ δὲ, Ἀνόμως, ἐνταῦθα οὐ τὸ χαλεπώτερον, ἀλλὰ τὸ ἡμερώτερον λέγει· τουτέστιν, οὐκ ἔχει κατηγοροῦντα τὸν νόμον. Τὸ γὰρ, Ἀνόμως, τουτέστι, χωρὶς τῆς ἐξ ἐκείνου κατακρίσεως, φησὶν, ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνων. Ὁ δὲ Ἰουδαῖος ἐννόμως, τουτέστι, μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος· ὅσῳ γὰρ πλείονος ἀπήλαυσε τῆς ἐπιμελείας, τοσούτῳ μείζονα δώσει δίκην. εʹ. Ὁρᾷς πῶς μείζονα τοῖς Ἰουδαίοις τὴν ἀνάγκην ἐπέστησε τοῦ τῇ χάριτι προσδραμεῖν; Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐ δέονται τῆς χάριτος, διὰ μόνου τοῦ νόμου δικαιούμενοι, δείκνυσιν, ὅτι αὐτοὶ μᾶλλον τῶν Ἑλλήνων δέονται, εἴ γε μᾶλλον μέλλουσι κολάζεσθαι. Εἶτα πάλιν ἐπάγει λογισμὸν ἕτερον, τοῖς εἰρημένοις ἐπαγωνιζόμενος. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ· Καλῶς προσέθηκε, Παρὰ τῷ Θεῷ· παρὰ μὲν γὰρ ἀνθρώποις ἴσως σεμνοὶ δύνανται φαίνεσθαι καὶ μεγάλα κομπάζειν, παρὰ δὲ τῷ Θεῷ, τοὐναντίον ἅπαν, Οἱ ποιηταὶ τοῦ νόμου δικαιοῦνται μόνον. Εἶδες πόσῃ τῇ περιουσίᾳ κέχρηται εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον; Εἰ γὰρ διὰ τὸν νόμον ἀξιοῖς σωθῆναι, φησὶ, πρῶτός σου ταύτῃ ὁ Ἕλλην στήσεται, ποιητὴς φανεὶς τῶν ἐγγεγραμμένων. Καὶ πῶς ἔνι, φησὶν, ἀκροατὴν μὴ γενόμενον, ποιητὴν γενέσθαι; Ἔνι, φησὶν, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου πολλῷ πλέον. Οὐ γὰρ μόνον χωρὶς ἀκροάσεως ἔστι γενέσθαι ποιητὴν, ἀλλὰ καὶ μετὰ ἀκροάσεως μὴ εἶναι τοῦτο· ὅπερ ὕστερον σαφέστερον τίθησι λέγων, καὶ μετὰ πλείονος τῆς περιουσίας· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐνταῦθα δὲ τέως τὸ πρότερον κατασκευάζει. Ὅταν γὰρ ἔθνη, φησὶ, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Οὐκ