1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

31

δὲ ὁ κατακλυσμὸς ὁ ἐπὶ Νῶε, τὸ πῦρ, ὁ καταποντισμὸς ὁ τῶν Αἰγυπτίων, τὰ ἐν τῇ ἐρήμῳ. Ἔδει καὶ τοῦ βαπτίσματος πολλὰ προηγήσασθαι· γέγονεν, ὅσα ἐν ὕδατι, καὶ μυρία ἄλλα, οἷον τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῇ κολυμβήθρᾳ, τὸ τὸν μὴ ὑγιαίνοντα καθαίρεσθαι, αὐτὸς ὁ κατακλυσμὸς, τὸ βάπτισμα Ἰωάννου. Ἔδει πιστευθῆναι ὅτι τὸν Υἱὸν αὑτοῦ ἐκδίδωσιν ὁ Θεός· προλαβὼν ἐποίησε τοῦτο ἄνθρωπος. Τίς οὗτος; Ἀβραὰμ ὁ πατριάρχης. Πάντων οὖν τούτων τύπους, ἂν θέλωμεν, εὑρήσομεν, ἂν ζητῶμεν ἐν τῇ Γραφῇ. Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀλλ' ἐν τούτοις ῥυθμίζωμεν ἑαυτούς· στεῤῥὰν ἔχωμεν τὴν πίστιν, καὶ ἀκρίβειαν πολιτείας ἐπιδειξώμεθα, ἵνα διὰ πάντων εὐχαριστήσαντες τῷ Θεῷ, καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΣΤʹ. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμε νοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισ σεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.

αʹ. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ, λέγων, Ὡς οὖν παρελάβετε. Οὐδὲν ξένον, φησὶν, ἐπεισάγομεν· οὐκοῦν μηδὲ ὑμεῖς. Ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν Πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωμένοι· τουτέστι, πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην, ἀλλ' ἐῤῥιζωμένοι· τὸ δὲ ἐῤῥιζωμένον οὐκ ἄν ποτε μετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδομούμενοι, φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούμενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες αὐτὸν, καὶ ὡς ἐπὶ θεμέλιον οἰκοδομούμενοι. ∆είκνυσιν αὐτοὺς καταπεσόντας· τὸ γὰρ, Οἰκοδομούμενοι, τοῦτο δηλοῖ. Οἰκοδομὴ γάρ ἐστιν ὄντως ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς. Ἄν τε γὰρ μὴ ἐπ' ἀσφαλείᾳ τις οἰκοδομήσῃ, σαλεύεται· ἄν τε ἐπ' ἀσφαλείας, καὶ μὴ ἑστήκῃ, οὐκέτι ἵσταται. Καθὼς ἐδιδάχθητε. Πάλιν τὸ, Καθὼς, δηλωτικόν ἐστι τοῦ μηδὲν καινόν τι λέγειν. Περισσεύοντες, φησὶν, ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ εὐγνωμόνων· οὐ λέγω ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ μετὰ πολλῆς τῆς παρουσίας, πλέον ἢ ἐμάθετε, εἰ οἷόν τε, μετὰ πολλῆς τῆς φιλοτιμίας. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν. Ὁρᾷς πῶς ἔδειξε κλέπτην ὄντα, καὶ ἀλλότριον, καὶ ἡρέμα ἐπεισιόντα; ἤδη γὰρ 62.338 παρέστησεν αὐτὸν εἰσιόντα. Καὶ καλῶς εἶπε, Συλαγωγῶν. Ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ἐκεῖνος ποιεῖ. Βλέπετε οὖν· τοῦτο γὰρ ἔργον ἐκείνῳ τὸ μηδὲ αἴσθησιν παρέχειν. ∆ιὰ τῆς φιλοσοφίας. Εἶτα, ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ τῆς φιλοσοφίας, προσέθηκε, Καὶ κενῆς ἀπάτης. Ἔστι γὰρ καὶ καλὴ ἀπάτη, οἵαν ἠπατήθησαν πολλοὶ, ἣν οὐδὲ ἀπάτην δεῖ καλεῖν· περὶ ἧς φησιν ὁ Ἱερεμίας· Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην. Τὸ γὰρ τοιοῦτον οὐδὲ ἀπάτην δεῖ καλεῖν· ἐπεὶ καὶ τὸν πατέρα ἠπάτησεν ὁ Ἰακὼβ, ἀλλ' οὐκ ἀπάτη, ἀλλ' οἰκονομία ἦν. ∆ιὰ τῆς φιλοσοφίας, φησὶ, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν. Τέως τοῦ ἐλέγχου ἅπτεται τῆς τῶν ἡμερῶν παρατηρήσεως, στοιχεῖα κόσμου ἥλιον καὶ σελήνην λέγων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε· Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Καὶ οὐκ εἶπεν, Ἡμερῶν παρατηρήσεις, ἀλλὰ ∆ι' ὅλου τοῦ κόσμου τοῦ παρόντος, ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος οὐδὲν, πολλῷ μᾶλλον [καὶ] τὰ στοιχεῖα.