1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

31

ἐκβάλλω τὸν νόμον, φησὶν, ἀλλὰ καὶ ἐντεῦθεν δικαιῶ τὰ ἔθνη. Εἶδες πῶς ὑπορύττων τοῦ Ἰουδαϊσμοῦ τὴν δόξαν, οὐδεμίαν καθ' ἑαυτοῦ δίδωσι λαβὴν ὡς ἀτιμάζων τὸν νόμον, ἀλλὰ τοὐναντίον, ὡς ἐπαίρων καὶ μέγαν δεικνὺς, οὕτω κατασκευάζει τὸ πᾶν; Φύσει δὲ ὅταν εἴποι, τοῖς ἐκ φύσεως λέγει λογισμοῖς. Καὶ δείκνυσιν ἑτέρους ὄντας αὐτῶν βελτίους, καὶ τὸ μεῖζον, διὰ τοῦτο βελτίους, ἐπειδὴ μὴ νόμον ἔλαβον, μηδὲ ἔχουσι τοῦτον, ᾧ δοκοῦσιν αὐτῶν πλεονεκτεῖν οἱ Ἰουδαῖοι. ∆ιὰ τοῦτο γὰρ, φησὶν, εἰσὶ θαυμαστοὶ, ὅτι νόμου οὐκ ἐδεήθησαν, καὶ τὰ τοῦ νόμου πάντα ἐπεδείξαντο, τὰ ἔργα, οὐ τὰ γράμματα, ταῖς διανοίαις αὐτῶν ἐγκολάψαντες. Τοῦτο γάρ φησιν· Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτοῖς τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάλιν παρέστησε τὴν ἡμέραν ἐκείνην καὶ ἐγγὺς ἤγαγε, κατασείων αὐτῶν τὴν διάνοιαν, καὶ δεικνὺς, ὅτι τούτους δεῖ τιμᾶσθαι μᾶλλον τοὺς χωρὶς νόμου τὰ τοῦ νόμου κατορθοῦν ἐσπουδακότας; Ὃ δὲ μάλιστα ἔστι θαυμάσαι τῆς συνέσεως τῆς ἀποστολικῆς, τοῦτο ἄξιον 60.429 εἰπεῖν νῦν. Ἀπὸ γὰρ τῆς κατασκευῆς δείξας, ὅτι μείζων ὁ Ἕλλην τοῦ Ἰουδαίου, ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ συμπεράσματι τῶν λογισμῶν οὐ τίθησιν αὐτὸ, ὥστε μὴ τραχῦναι τὸν Ἰουδαῖον. Ἵνα δὲ καὶ σαφέστερον ὅπερ εἶπον ποιήσω, αὐτὰ ἐρῶ τὰ ῥήματα τὰ ἀποστολικά. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀκόλουθον ἦν εἰπεῖν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, τούτων πολλῷ βελτίους εἰσὶ τῶν ἀπὸ νόμου διδασκομένων. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἵσταται μέχρι τοῦ ἐγκωμίου τῶν Ἑλλήνων, καὶ οὐ προάγει τὸν λόγον κατὰ σύγκρισιν τέως, ἵνα κἂν οὕτως ὁ Ἰουδαῖος δέξηται τὸ λεγόμενον. ∆ιόπερ οὐχ οὕτως εἶπεν, ὡς εἶπον, ἀλλὰ πῶς; Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. Ἀρκεῖ γὰρ ἀντὶ τοῦ νόμου τὸ συνειδὸς καὶ λογισμός. ∆ιὰ τούτων ἔδειξε πάλιν, ὅτι αὐτάρκη τὸν ἄνθρωπον ἐποίησεν ὁ Θεὸς πρὸς τὴν τῆς ἀρετῆς αἵρεσιν, καὶ τὴν τῆς κακίας φυγήν. Καὶ μὴ θαυμάσῃς, εἰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις αὐτὸ κατασκευάζει. Σφόδρα γὰρ ἦν ἀναγκαῖον αὐτῷ τὸ κεφάλαιον τοῦτο διὰ τοὺς λέγοντας· Τί δήποτε νῦν ὁ Χριστὸς παρεγένετο; καὶ ποῦ τὸν ἔμπροσθεν χρόνον τὰ τῆς τοσαύτης προνοίας ἦν; Καὶ πρὸς τούτους οὖν ἐν παρέργῳ νῦν ἀπομαχόμενος, δείκνυσιν, ὅτι καὶ ἐν τοῖς ἄνωθεν χρόνοις, καὶ πρὸ τῆς τοῦ νόμου δόσεως πάσης ἀπήλαυσε προνοίας ἡ τῶν ἀνθρώπων φύσις. Καὶ γὰρ Τὸ γνωστὸν τοῦ Θεοῦ φανερὸν ἦν αὐτοῖς, καὶ τί μὲν καλὸν, τί δὲ κακὸν ᾔδεσαν, δι' ὧν τοὺς ἄλλους ἔκριναν· ὅπερ ὀνειδίζων αὐτοῖς, ἔλεγεν, ὅτι Ἐν ᾧ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ἐπὶ δὲ τῶν Ἰουδαίων, μετὰ τῶν εἰρημένων καὶ ὁ νόμος ἕστηκεν, οὐχὶ λογισμὸς μόνον οὐδὲ συνείδησις. Τίνος δὲ ἕνεκεν τίθησι τὸ, Κατηγορούντων ἢ καὶ ἀπολογουμένων; Εἰ γὰρ νόμον ἔχουσι γραπτὸν καὶ τὸ ἔργον ἐνδείκνυνται, τί ἔχει κατηγορῆσαι λοιπὸν ὁ λογισμός; Ἀλλ' οὐκέτι περὶ ἐκείνων φησὶ τὸ, Κατηγορούντων, μόνον, ἀλλὰ καὶ περὶ τῆς φύσεως ἁπάσης. Τότε γὰρ ἑστήκασιν ἡμῶν καὶ οἱ λογισμοὶ, οἱ μὲν κατηγοροῦντες, οἱ δὲ ἀπολογούμενοι, καὶ οὐ δεῖται ἑτέρου κατηγόρου ἄνθρωπος ἐπ' ἐκείνου τοῦ δικαστηρίου. Εἶτα αὔξων τὸν φόβον, οὐκ εἶπε, Τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, ἀλλὰ, Τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ἐπειδὴ γὰρ εἶπε· Λογίζῃ ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; ἵνα μὴ τοιαύτην ἐκδέξῃ ψῆφον, οἵαν καὶ αὐτὸς φέρεις, ἀλλ' ἴδῃς, ὅτι πολλῷ τῆς σῆς ἀκριβεστέρα ἡ τοῦ Θεοῦ, ἐπήγαγε· Τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ προσέθηκε· Κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. Ἄνθρωποι γὰρ τῶν φανερῶν κάθηνται δικασταὶ μόνων.