31
εἰ μὴ ἔκ τε τοῦ τόπου καὶ τῆς τῶν συμπαρόντων τῷ βασιλεῖ ἀνδρειόφρονος συλλογῆς, πολλῷ δὲ μᾶλλον ἐκ τῆς ἄνω συμμαχίας ἀντέπιπτεν. ὅθεν οὗτος συνεγνωκὼς τὴν ἀπειλουμένην ἀπώλειαν τῷ μαγίστρῳ Μανουὴλ τὰ περὶ σωτηρίας κεκοινολόγητο, τοιαῦτα εἰπών· τί δρῶμεν, ὦ Μανουὴλ μάγιστρε; ἀπολλύμεθα γάρ. καὶ οὗτος ἀντέφη αὐτῷ· τὰ μὲν φοινικίζοντα πέδιλα, δέσποτα, ἃ τὴν βασιλικὴν περιφάνειαν δηλοῦσιν, ἀπαμφιάσθητι, μελαμβαφῆ δὲ περίβαλε, ὡσαύτως καὶ τὴν λοιπὴν βασιλικὴν πανοπλίαν. ἐγὼ δὲ λογάδας ἀνδρῶν φʹ γενναίους συλλάβοιμι· καὶ δι' αὐτῶν γε πρὸς ἓν μέρος τῶν πολεμίων χωρήσομεν καὶ ῥᾳδίως διελευσόμεθα. καὶ ὁ βασιλεὺς ἀντειρήκει· ὁ δὲ λαὸς ἐκ τούτου τί πείσεται; καὶ ὁ Μανουὴλ ἀπεκρίνατο, ὅτι ἡ μὲν βασιλεία σου πάντως ἐξ ἀναγκαίου διασωθήτω, ὥστε μὴ κατασχεθῆναί σε τοῖς πολεμίοις· τοῦτο γὰρ εἴ γε συμβήσεται, ἐλεεινὸν ἔσται Χριστιανοῖς. περὶ δὲ τοῦ λαοῦ ὅπερ τὸ θεῖον κράτος κελεύσειεν εὐσεβῶς διακαρτερήσομεν. φʹ οὖν ἄνδρας γενναίους ἀφορίσας ὁ Μανουὴλ παρεγένετο εἴς τι μέρος Σαρακηνικοῦ τάγματος, καὶ τὸ σταυρὸς νενίκηκεν ἀνακεκραγὼς αὐτὸς μετὰ τῶν κατ' ἐκλογὴν αὐτῷ προσβαλὼν ἀνδρείως διέκοψεν καὶ ἐξέθορεν· ὁ δὲ βασιλεὺς δειλίᾳ κατασχεθεὶς ὑπεστράφη. ὁ δὲ μάγιστρος βραχύ τι διαδραμὼν καὶ τὸν βασιλέα μὴ ἐκβεβηκότα πυθόμενος αὖθις ἀπῄει πρὸς ἕτερον μέρος, καὶ αὐτὸ διασχίσας εἰσέδυ, ἔνθα ὁ ἄναξ διέτριβεν. βραδείας δὲ ὥρας γενομένης ἐπὶ ταῖς τοιαύταις παρεμβολαῖς καὶ πολλῶν ἐν ταύταις ἀναιρεθέντων Σαρακηνῶν, ἔτι δὲ καὶ διὰ τὸ σπανίζειν τὸν τόπον ὕδατος, ἀλλὰ μὴν καὶ νομῆς, ὑπεχώρησεν ὁ Ἄμερ μετὰ τοῦ ἰδίου στρατεύματος, καὶ παραγενόμενος εἴς τι λιβάδιον, ὅπερ ∆ώρα κατονομάζεται, εὐθέως προσανεπαύσατο. ἀδείας οὖν ἐντεῦθεν ὁ ἄναξ λαβόμενος τὰς τῶν ἐχθρῶν μιαιφόνους χεῖρας διέδρασεν ὅλην ἡμέραν τῇ φυγῇ προστιθέμενος, καὶ τοιούτῳ τρόπῳ διεσέσῳστο. 4.15 Ἐτῶν δὲ δύο διαβεβηκότων πάλιν ὁ αὐτὸς Ἄμερ τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐφάλλεται, ἐπὶ μʹ χιλιάσι μεγαλειούμενος, ἐξ ὧν τὸ τῶν Ἀρμενιακῶν θέμα παντάπασι διωλόθρευσε, παρεμβαθύνας μέχρι τῆς πρὸς θάλασσαν Ἀμινσοῦ. καὶ τὴν πολυάνθρωπον τεθεαμένος αἰχμαλωσίαν καὶ λαφυραγωγίαν πολλήν, ὧν γέγονεν ἐγκρατής, ὅλος καθέστηκεν ἐμμανής, τῇ θαλάσσῃ περισχεθεὶς τῆς ἀπλήστου φορᾶς, καὶ τῷ ἰδίῳ λαῷ ὀξέως διενετείλατο κοπείσαις ῥάβδοις τύψαι τὴν θάλασσαν, καθὼς ὁ Ζέρξης κατὰ τὸ πρὸς Ἑλλήσποντον ζεῦγμα σιδήροις ταύτην ἐμάστιξεν, ἐπειπών· ἵνα τί αὐτὴν εὕρομεν ἐνθάδε; καὶ ἵνα τί μὴ περαιτέρω λεηλατοῦντες τοὺς ἐγχωρίους προέβημεν; περὶ δὲ τῆς πλείστης αἰχμαλωσίας πεπυσμένος ὁ βασιλεὺς δυσφορήτως εἶχεν καὶ ἠνιᾶτο, καὶ τοῖς ὑποχειρίοις ἐντραπεζούμενος τοιαῦτά φησιν· οἴμοι, οἴμοι, οὐχ εὕρηταί τις ἀνθρώπων, ὃς πρὸς τὴν βασιλείαν ἡμῶν καὶ πρὸς Χριστιανοὺς ἀγάπην εἰλικρινῆ διασώσειεν, ὡς ἐνθένδε προθυμοποιηθεὶς ἀπέλθοι καὶ τῷ ἀσεβεῖ πολεμήσειεν Ἄμερ. οὕτως τοῦ βασιλέως διατεθέντος ἀνέστη Πετρωνᾶς, ὁ Θεοδώρας καὶ Βάρδα αὐτάδελφος, καὶ πρὸς τὸν βασιλέα φησίν, ὅτι ὑπηκόους μὲν πολλοὺς τῇ σῇ μεγαλοδόξῳ βασιλείᾳ δέδωκεν ὁ θεός, οἵτινες πλεῖστά σε στέργουσι, δέσποτα, προτεθύμηνται δὲ καὶ ὑπὲρ τῆς σῆς ἀγάπης τεθνάναι· πλὴν τοῖς πολέμοις ποτὲ μὲν εὐτυχίαι, ποτὲ δὲ δυστυχίαι συμβαίνουσι· τὴν δὲ νίκην ἀνενδοίαστον οὐδεὶς ἀνθρώπων ἐπίσταται, εἰ μὴ μόνῳ αὕτη θεῷ προδιέγνωσται. διὸ πρὸς ταῦτα ὁ βασιλεὺς ἀπεκρίνατο· λοιπόν, ὦ Πετρωνᾶ, προαιρῇ ἀπιέναι καὶ προσβαλεῖν τῷ ἐχθρῷ καὶ τῶν Χριστιανῶν καὶ τῆς ἐμῆς βασιλείας προκινδυνεῦσαι; ὑπολαβὼν δὲ αὐτῷ φησιν, ὅτι περ ἐν ἑτοιμότητι, βασιλεῦ, χρηματίζω τὴν ἐνοῦσάν μοι αἵματος δράκα ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῶν ὁμοπίστων ἀποκενῶσαι. τούτοις δὴ τοῖς προθύμοις λόγοις ὁ ἄναξ ἐγγυηθεὶς προχειρίζεται τοῦτον ἡγεῖσθαι τοῦ τάγματος τῶν σχολῶν· ὃς τῷ λόγῳ τῆς προβολῆς σπουδαίως διατεθεὶς τὸ ἔργον ἐπήγαγεν, εὐθυβολήσας πρὸς τὸν πολέμιον σὺν ἐπιλέκτοις καὶ οὐ πλήθει τοσούτῳ μεστούμενος. ὃ οὐκ ἐλελήθει τῷ Ἄμερ· φυγὰς γάρ τις Ῥωμαίων πρὸς αὐτὸν ἄπεισι