32
ἁγιάζειν; Μακεδ. Τὸ κτίζειν, ἔρ γον Θεοῦ ἐστιν. Ὀρθ. Ἔργον μὲν Θεοῦ ἐστι τὸ κτίζειν, οὐ μὴν μεῖζον τοῦ ἁγιάζειν ἐστίν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἁγιάζειν, ἔργον Θεοῦ ἐστιν. Γέγραπται γάρ· «Πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Ὅτι δὲ τὸ ἁγιάζειν μεῖζόν ἐστι τοῦ κτίζειν, ἐκ τοῦ ἀποτελέσμα τος γνῶθι, ὅταν τις ἀπολέσῃ τὸν ἁγιασμόν. Ἀκούει ὁ ἄθλιος Ἰούδας· «Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Μακεδ. Καλὸν μὲν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἀλλ' ὁ κτίζων 28.1241 καὶ δημιουργῶν τὰ μὴ ὄντα ὡς ὄντα, μόνος ἐστὶ Θεός. Ὀρθ. ∆έδεικται μὲν, ὅτι τὸ, «Ποιήσωμεν ἄνθρωπον,» ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέλεκται· καὶ τὸ, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν,» ὁμοίως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ ματος εἴρηται. Ἵνα δὲ μὴ περιέλκηται ὁ λόγος, ἄκου σον τοῦ Εὐαγγελίου λέγοντος, ὅτι τὸν ναὸν τοῦ σώ ματος τοῦ Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἔκτισε. Μακεδ. Εἰπὲ ποῦ; Ὀρθ. «Τοῦ Ἰησοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Μακεδ. Ὁ Υἱὸς οὖν ἐστιν ὁ Ἰησοῦς τοῦ Πνεύματος. Ὀρθ. Ἡ γένεσις,εἶπεν, οὐχὶ ἡ γέννησις· ἓν λέγει, οὐχὶ δύο. Μακεδ. Ἀλλ' ὁ ἄγγελος εἶπε· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὀρθ. Πρῶτον γένεσιν ἄκουσον τοῦ ναοῦ, καὶ τότε γέννησιν. Καὶ γὰρ καὶ οἱ ἄνθρωποι πρῶτον γιγνόμεθα δημιουργικῶς, εἶθ' οὕ τως γεννώμεθα καταχρηστικῶς· «Υἱοὺς» γὰρ «ἐγέννησα, καὶ ὕψωσα,» γέγραπται, οὐ φυσικῶς δηλον ότι, ἀλλὰ καταχρηστικῶς. Μακεδ. Πῶς εἶπεν ὁ Σο λομών· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ. Τοῦτο γάρ ἐστιν ὃ λέγω, ὅτι πάντα τὰ ἔργα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματός ἐστι· καὶ διὰ τοῦτο ποτὲ τοῦ Πατρὸς λέγεται, ποτὲ τοῦ Υἱοῦ, ποτὲ τοῦ ἁγίου Πνεύματος. Ἀμέλει λέγει Παῦλος ὁ ἅγιος ἀπόστολος· «Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκκοιλίας μητρός μου, ἀποκα λύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί·» καὶ πάλιν ὁ αὐτὸς λέγει· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Μακεδ. Τί τοῦτο ποιεῖ; Ὀρθ. Βούλομαί σοι δεῖξαι, ὅτι ποτὲ ἑαυτὸν ἀφόρισμα λέγει τοῦ Πατρὸς, ποτὲ τοῦ Υἱοῦ. Μακεδ. Μὴ καὶ τοῦ Πνεύματος; Ὀρθ. Μάθε οὖν, ὅτι καὶ τὸ Πνεῦμα αὐτὸν ἀφώρισεν, ὡς ἤδη προ είρηται. Γέγραπται δὲ οὕτως ἐν ταῖς. Πράξεσι τῶν ἀποστόλων· «Εἶπε δὲ τὸ Πνεῦμα αὐτοῖς· Ἀφορίσατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς.» Μακεδ. Κἀγὼ λέγω, οὓς καλεῖ ὁ Πατὴρ, τούτους καλεῖ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ οὓς ἁγιάζει ὁ Πατὴρ, τούτους ἁγιάζει καὶ τὸ Πνεῦμα, ἀλλ' οὐ κτίζει τὸ Πνεῦμα. Ὀρθ. ∆έ δεικται, ὅτι κτίζει τὸ Πνεῦμα. Ηὑρέθη γὰρ ἡ ἁγία Μαρία ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Μακεδ. Οὐκ εἶπεν, ἐν γαστρὶ ἔχουσα κτίσαντος τοῦ Πνεύ ματος τοῦ ἁγίου· ἀλλ' ἁπλῶς εἴρηται· «Ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ὀρθ. Τὸ οὖν, «ἐκ Πνεύματος ἁγίου,» τί ἄλλο ἡγῇ πλὴν τοῦ κτίσαι; Μακεδ. Ἐγὼ τὴν οἰκονομίαν λέγω τοῦ Πνεύματος ἐνταῦθα σημαίνεσθαι. Ὀρθ. Μὴ οὖν θέλεις εἰπεῖν τὸ Κυριακὸν σῶμα κτίσμα; Μακεδ. Κτίσμα μὲν λέγω τὸ σῶμα, ἀλλ' οὐ τοῦ Πνεύματος αὐτὸ λέγω κτίσμα, ἀλλὰ τοῦ Χριστοῦ. Ὀρθ. Ἀλλ' ἡ Γραφὴ 28.1244 εἶπεν·» Ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Μακεδ. Αὐτῇ τῇ λέξει εἰπέ μοι, ποῦ γέγραπται, ὅτι τι ἔκτισε τὸ Πνεῦμα. Ὀρθ. Ἀρκεῖ μὲν τοῖς εὐγνωμόνως ἀκούουσι καὶ τὰ προειρημένα· ἐπειδὴ δὲ σκοπὸς ἡμῖν ἐστιν ὠφελῆσαι καὶ τοὺς ἀγνώμονας, ἄκουε καὶ τοῦ Πνεύματος λέγοντος· «Ἑτοι μάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραὴλ, ὅτι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Μακεδ. Ὁ Πατήρ ἐστιν ὁ λέγων. Ὀρθ. Εἰ ὁ Πατὴρ ἔλεγεν, εἶχεν ἂν εἰπεῖν, Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου· καὶ οὐκ ἂν εἶπεν, τὸν Χριστὸν αὐτοῦ. Ἐπεὶ εἰπέ μοι, εἰ ἄλλου Θεοῦ ἐστι παρὰ τὸν Πα τέρα ὁ Χριστός. Μακεδ. Ἄλλος μὲν Θεὸς παρὰ τὸν Χριστοῦ Πατέρα οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται· ὁ προφήτης δέ ἐστιν