32
τὴν διὰ σαρκὸς αὐτοῦ γένεσιν εἴσοδον εἰς τὴν οἰκου μένην ὀνομάζει ὁ λόγος. εἰ οὖν εἰσελθόντι αὐτῷ εἰς τὴν οἰκουμένην πάντες προσκυνοῦσιν οἱ ἄγγελοι, ἡ δὲ εἴσοδος διὰ σαρκός ἐστι γένεσις, οὐχ ἡμεῖς δουλαγωγοῦμεν τῷ δεσ πότῃ τὸ ἴδιον κτῆμα, ἀλλ' αὐτὴ τῶν ἀγγέλων ἡ φύσις οὐκ ἀγνοεῖ τὴν ὑπερκειμένην ἑαυτῆς δεσποτείαν, ὥστε σιγάτω προστιθεὶς ἐκεῖνα τῷ λόγῳ τὰ μάταια <ὅτι> τὰ ἄνω ποιοῦμεν κάτω, θεοφόρους ἀγγέλους θεοφόρῳ ἀνθρώπῳ καταδου λοῦντες. Ἔτι πρὸς τούτοις φησίν· Εἰ ὁ θεὸν δεξάμενος θεός ἐστιν ἀληθινός, πολλοὶ ἂν εἶεν θεοί, ἐπειδὴ πολλοὶ δέχονται τὸν θεόν. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; ὅτι μὲν Ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλ λάσσων, ἱκανὸς εἰς μαρτυρίαν ὁ μέγας Παῦλος. Εἰ δὲ διὰ τοῦτο οἴεται ὁ λογογράφος πλῆθος θεῶν παρ' ἡμῶν ἐπεισά γεσθαι τῷ κηρύγματι, ὅτι ὁμολογοῦμεν ἐν Χριστῷ τὸν θεὸν ἑαυτῷ καταλλάσσειν τὸν κόσμον, ὡς καὶ ἐν ἀνθρώποις τοῦ θεοῦ γινομένου, ταῦτα ἀποκρινούμεθα· εἰ πολλαὶ μητέρες παρθένοι καὶ πρὸς πολλὰς ἡ μυσταγωγία τοῦ Γαβριὴλ καὶ πρὸς ἑκάστην ἡ τοῦ ἁγίου πνεύματος ἐπέλευσις καὶ ἡ τῆς τοῦ ὑψίστου δυνάμεως παρουσία· καὶ εἰ περὶ πολλῶν οἱ προφῆται τὴν χάριν κηρύσσουσιν ὥστε πληθυντικῶς λέγειν· παιδία ἐγεννήθησαν ἡμῖν καὶ υἱοὶ ἐδόθησαν ἡμῖν καὶ αἱ παρθένοι ἐν γαστρὶ λήψονται καὶ τὰ ὀνόματα τῶν τεχθέντων πάντων Ἐμμανουήλ ἐστιν, εἰ πάντες πεζῇ τῶν κυμάτων ἐπιβατεύουσι καὶ τῇ ἀφράστῳ δυνάμει τὰς τοσαύτας χιλιάδας 3,1.3 ἐπ' ἐρημίας τρέφουσιν αὔξοντες τῷ κόρῳ τὸν ἄρτον τὸν ἐν ταῖς χερσὶ τῶν μαθητῶν γεωργούμενον, εἰ πάντες νεκροὺς τετραημέρους ἐκ τῶν χωμάτων ἐγείρουσιν, εἰ πάντες ἀμνοὶ τοῦ θεοῦ γίνονται καὶ ὑπὲρ ἡμῶν πάσχα θύονται καὶ τῷ σταυρῷ προσηλοῦσι τὴν ἁμαρτίαν καὶ καταλύουσι τοῦ θα νάτου τὸ κράτος καὶ εἰς ὀφθαλμοὺς τῶν μαθητῶν εἰς οὐρανοὺς ἀνατρέχουσι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθέζονται, εἰ πάντες ἐλεύσονται κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ ἐν ὀνόματι πάντων ἡ τῶν ἐπουρανίων τε καὶ ἐπιγείων καὶ κατα χθονίων γλῶσσα ἐξομολογεῖται, δώσομεν τὸ πολλοὺς εἶναι θεούς, εἴπερ ἐν τούτοις εἶεν οἱ πολλοὶ τοῖς γνωρίσμασιν. εἰ δὲ εἷς κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ Ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, καὶ περὶ μόνον αὐτὸν ἡ τοιαύτη τῶν θεοπρεπῶν ὀνομάτων ἀπαρίθμησις, τίς κίνδυνος πολλοὺς ἀναπλασθῆναι θεούς, ὅταν λέγωμεν θεὸν διὰ σαρκὸς ἐμψύχου πεφανερῶσθαι; ὅτι γὰρ ἄνθρωπος τὸ φαινόμενον ἦν, τίς οὕτω τῶν εὐαγγελικῶν διδαγμάτων ἀνήκοος, ὡς ἀγνοεῖν τὸ παρ' αὐτοῦ τοῦ σωτῆρος πρὸς τοὺς Ἰουδαίους λεγόμενον· Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ὁρᾷς ἐν τοῖς λεγομένοις, τί τὸ ἀποκτεινόμενον ὁ λόγος ὑπέδειξεν εἰπών· Ζητεῖτέ με ἀποκτεῖναι; οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸν ἄνθρωπον, δι' οὗ ἐφθέγγετο ἡ ἀλήθεια. οὐ γὰρ ἄνθρωπος ἦν ὁ λαλῶν τὴν ἀλήθειαν· ἀλλὰ δηλονότι ὁ μὲν λαλῶν θεὸς ἦν, ὁ δὲ ἄνθρωπος ἐμεσίτευε πρὸς τοὺς ἀνθρώπους τῇ ἰδίᾳ φωνῇ τὸ λεγόμενον. δι' ὃ καὶ μεσίτης λέγεται θεοῦ καὶ ἀνθρώπων ὡς οὐ δυναμένης τῆς ἀνθρωπίνης φύσεως ἀκράτῳ προσμῖξαι τῇ τοῦ θεοῦ συνουσίᾳ καὶ διὰ τοῦτο δεομένης τῆς συγγενοῦς αὐτῇ καὶ κατὰ φύσιν φωνῆς, δι' ἧς εἰκὸς χωρεῖσθαι τὴν ἄνωθεν δύναμιν. κατα λειπτέον καὶ τοῦτο, πρὸς δὲ τὸ ἐφεξῆς τρεπτέον τὸν λόγον. 3,1.4
Οὐδέν, φησίν, οὕτως ἥνωται πρὸς θεὸν ὡς ἡ σὰρξ ἡ προσληφθεῖσα. ὢ τῆς περιεσκεμμένης αὐτοῦ ἀπο φάσεως! οὐδὲν οὕτως ἥνωται πρὸς θεὸν ὡς ἡ σάρξ, οὐδὲ ἡ ἀγαθότης οὐδὲ ἡ ἀϊδιότης οὐδὲ ἡ ἀφθαρσία οὐδὲ τὸ ἐπὶ πάντων κράτος οὐδὲ ἄλλο τι τῶν θεοπρεπῶν νοημάτων, ἀλλὰ πάντα ταῦτα τῆς σαρκός ἐστι δεύτερα συγκρίσει τῇ πρὸς τὸν θεὸν καὶ τῇ πρὸς ταύτην τῆς τοῦ θεοῦ ἑνώσεως καὶ σαρκὸς τῆς ἐπικτηθείσης. ὁμολογεῖ αὐτὸ τοῦτο ὁ λογογράφος· ὁ γὰρ προσειλῆφθαι αὐτὴν εἰπὼν τὸ ἐπιγεννηματικὸν αὐτῆς ἐνεδείξατο. Καὶ τοῦτο παραδραμούμεθα τὰ ἐφεξῆς ὡς αὐτόθεν ἔχοντα τὸν ἔλεγχον τῆς ἀσυστάτου μυθοποιΐας καὶ ἀβλαβῆ ὄντα τοῖς ἐντυγχάνουσι σιωπήσαντες· προθεὶς γὰρ τὸ μηδὲν ἄλλο τῶν ἐπὶ θεοῦ γενομένων