1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

32

∆είξας οὖν πρῶτον ὅσα εὐεργετήθησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα μείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί· πρότερον τὰς εὐεργεσίας δεικνύουσι, καὶ τότε τὰς κατηγορίας αὔξουσι, καθάπερ ὁ Ἡσαΐας φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρ 62.339 ηνώχλησά σοι; καὶ ὁ ∆αυῒδ, ὡς ὅταν λέγῃ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος· καὶ πάλιν, Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ πανταχοῦ οὕτως εὑρήσεις. Μάλιστα μὲν οὖν οὐδὲ εἴ τι ἔλεγον, πείθεσθαι ἔδει· νῦν δὲ καὶ χωρὶς τῶν εὐεργεσιῶν φεύγειν ἐκεῖνα δεῖ. Καὶ οὐ κατὰ Χριστὸν, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει· νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν. Ἐκεῖθεν αὐτὰ φέρουσι. Πρότερον δὲ διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ. Καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι παρετήρουν πολλὰ, ἀλλ' οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. Πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. Πῶς, Οὐ κατὰ Χριστόν; Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. βʹ. Ὅρα πῶς ἐν τῇ τούτων κατηγορίᾳ ἐκεῖνο διορύττει, πρότερον τιθεὶς τὴν λύσιν, καὶ τότε τὴν ἀντίθεσιν. Ἀνύποπτος γὰρ ἡ τοιαύτη λύσις, καὶ μᾶλλον δέχεται ὁ ἀκροατὴς, ὡς οὐ τοῦτο σπουδάζοντος τοῦ λέγοντος. Ἐκεῖ μὲν γὰρ καὶ φιλονεικεῖ μὴ ἡττηθῆναι, ἐνταῦθα δὲ οὔ. Ὅτι ἐν αὐτῷ κατοικεῖ. Τουτέστιν, ὅτι ὁ Θεὸς ἐν αὐτῷ οἰκεῖ. Ἀλλ' ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι, ὡς ἐν σώματι, φησί· Πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι. Ἄλλοι φασὶν ὅτι τὴν Ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησι· Τοῦ πάντα ἐν πᾶσι πληρουμένου· τὸ δὲ, σωματικῶς, ἐνταῦθα, ὡς ἐν κεφαλῇ σῶμα. Πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Ἐκκλησία; Ἔνιοι δὲ περὶ τοῦ Πατρός φασι λέγειν, ὅτι τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ· ἀλλὰ κακῶς. Πρῶτον μὲν, ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ· δεύτερον, ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστι· Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάλιν ὁ Ἀπόστολος, Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Τὸ ὅλον λέγεται πλήρωμα. Ἔπειτα τὸ, Σωματικῶς, τί βούλεται δηλοῦν; Ὡς ἐν κεφαλῇ. Τί δὲ πάλιν τὸ αὐτὸ λέγει, Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι; Τί οὖν ἐστιν; Ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. Βιάζεται γὰρ ἀεὶ Παῦλος ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ Χριστοῦ, ὡς ὅταν λέγῃ· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς· καὶ, Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· καὶ, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ συγκληρονόμους καλεῖ. Εἶτα περὶ τοῦ ἀξιώματος· Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὁ πάντων ἀνώτερος, ἡ αἰτία, οὐχὶ ὁμοούσιος; Εἶτα τὸ τῆς εὐεργεσίας θαυμαστῶς πως ἐπήγαγε, καὶ πολλῷ τῆς πρὸς Ῥωμαίους θαυμαστότερον. Ἐκεῖ μὲν γάρ φησι, Περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· ἐνταῦθα δὲ Ἐν τῷ Χριστῷ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος. Ἐν τῇ ἀπεκδύσει, φησίν. Οὐκ εἶπεν, ἐκδύσει. Τοῦ σώματος τῶν ἁμαρτιῶν. Τὸν παλαιόν φησι βίον. Συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως, ὥσπερ καὶ ἄνω 62.340 ἔλεγεν· Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ ἀποκατήλλαξεν ἀπηλλοτριωμένους εἰς τὸ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους. Οὐκέτι, φησὶν, ἐν μαχαίρᾳ ἡ περιτομὴ, ἀλλ' ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθὼς ἐκεῖ, τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ πνεῦμα, οὐ μέρος, ἀλλ' ὅλον ἄνθρωπον περιτέμνει. Σῶμα καὶ τοῦτο, σῶμα κἀκεῖνο· ἀλλὰ τὸ μὲν σαρκὶ, τὸ δὲ πνευματικῶς περιτέμνεται·