32
Καίτοι γε ἄνω περὶ τοῦ Πατρὸς ἔλεγε μόνου, ἀλλ' ἐπειδὴ λοιπὸν αὐτοὺς κατελέανε τῷ φόβῳ, ἐπήγαγε καὶ τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐδὲ τοῦτον ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τοῦ Πατρὸς μνημονεύσας, οὕτως αὐτὸν ἐπεισήγαγε· καὶ τοῦ κηρύγματος δὲ τὸ ἀξίωμα δι' αὐτῶν ἐπαίρει· τοῦτο γὰρ, φησὶ, τὸ κήρυγμα ταῦτα προαναφωνεῖ, ἃ προλαβοῦσα ἡ φύσις ἔδειξεν. ʹ. Εἶδες πῶς συνετῶς καὶ τῷ Εὐαγγελίῳ καὶ τῷ Χριστῷ φέρων αὐτοὺς προσέδησε, καὶ ἀπέδειξεν, ὅτι οὐ μέχρι τῶν ἐνταῦθα τὰ ἡμέτερα ἵσταται, ἀλλὰ ὁδεύει περαι 60.430 τέρω; Ὃ καὶ ἄνω κατεσκεύασεν εἰπὼν, Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἐνταῦθα πάλιν, Κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ἕκαστος τοίνυν εἰς τὸ ἑαυτοῦ συνειδὸς ἐλθὼν, καὶ ἀναλογιζόμενος τὰ πλημμελήματα, ἀπαιτείτω τὰς εὐθύνας ἑαυτὸν ἀκριβῶς, ἵνα τότε μὴ κατακριθῶμεν μετὰ τῆς οἰκουμένης. Φοβερὸν γὰρ ἐκεῖνο τὸ δικαστήριον, φρικτὸν τὸ βῆμα, τρόμου γέμουσιν αἱ εὐθῦναι, πυρὸς ἕλκεται ποταμός· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἀναμνήσθητι γὰρ τῶν ἐν τῷ Εὐαγγελίῳ λεγομένων, τῶν ἀγγέλων τῶν περιτρεχόντων, τοῦ νυμφῶνος τοῦ ἀποκλειομένου, τῶν λαμπάδων τῶν μὴ σβεννυμένων, τῶν δυνάμεων τῶν εἰς τὰς καμίνους ἑλκουσῶν. Κἀκεῖνο λόγισαι, ὅτι εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἐνήχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, πῶς ἂν ἀπολέσθαι καὶ τὴν γῆν αὐτῷ διαστῆναι ηὔξατο μᾶλλον, ἢ τοσούτους μάρτυρας τῆς κακίας σχεῖν! Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν τοιούτῳ θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων; Ἀλλ' οἴμοι πόθεν ἀναγκάζομαι φοβεῖν ὑμᾶς; ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπολήψεως, δέον ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῆς ἑαυτοῦ καταγνώσεως τοῦτο ποιεῖν; Τίνες γὰρ ἐσόμεθα, εἰπέ μοι, τότε, ὅταν δεθέντες, τῶν ὀδόντων βρυχόντων, εἰς τὸ ἐξώτερον ἀγώμεθα σκότος; μᾶλλον δὲ τί ποιήσομεν, ὃ πάντων ἐστὶ φοβερώτερον, ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ· ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ὀδυνᾷ, διὰ τοῦτο ἠπείλει πῦρ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ' ὅταν ἁμαρτάνωμεν. Ἄκουσον γοῦν τοῦ Παύλου θρηνοῦντος καὶ ἀποδυρομένου ὑπὲρ ἁμαρτημάτων, ὧν οὐκ ἔμελλε δώσειν δίκην. Οὐ γάρ εἰμι ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Ἄκουσον γοῦν καὶ τοῦ ∆αυῒδ τῆς μὲν κολάσεως ἀπηλλαγμένου, ἐπειδὴ δὲ ἐνόμισε τῷ Θεῷ προσκεκρουκέναι, τὴν τιμωρίαν καθ' ἑαυτοῦ καλοῦντος καὶ λέγοντος· Γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ, τοῦ κολασθῆναι χαλεπώτερον. Νῦν δὲ οὕτως ἀθλίως διακείμεθα, ὡς εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν. ∆ιόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν ἦμεν ἄξιοι, τὴν γέενναν μᾶλλον τοῦ Χριστοῦ φοβούμενοι. Ἀλλ' οὐχ ὁ μακάριος Παῦλος οὕτως, ἀλλ' ἀντιστρόφως. Ἐπειδὴ δὲ ἡμεῖς ἑτέρως, διὰ τοῦτο τῇ γεέννῃ καταδικαζόμεθα· ὡς εἴ γε τὸν Χριστὸν ἐφιλοῦμεν, ὡς φιλεῖν ἐχρῆν, ἔγνωμεν ἂν, ὅτι γεέννης χαλεπώτερον τὸ προσκροῦσαι τῷ φιλουμένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦμεν, οὐκ ἴσμεν τῆς κολάσεως ταύτης τὸ μέγεθος. Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα ὀδύρομαι καὶ θρηνῶ. Καίτοι τί οὐκ ἐποίησεν ὁ Θεὸς, ὥστε φιληθῆναι παρ' ἡμῶν; τί δὲ οὐκ ἐμηχανήσατο; τί δὲ παρέλιπεν; Ὑβρίσαμεν αὐτὸν μηδὲν ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ, ἀπεστράφημεν καλοῦντα καὶ πανταχόθεν ἐφελκόμενον, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐκόλασεν, ἀλλὰ προσέδραμεν αὐτὸς, καὶ κατέσχε φεύγοντας, καὶ ἀπετιναξάμεθα καὶ πρὸς τὸν διάβολον ἀπεπηδήσαμεν· καὶ οὐδὲ οὕτως ἀπέστη, ἀλλ' ἔπεμψε μυρίους παρακαλοῦντας πάλιν, προφήτας, ἀγγέλους, πατριάρχας· ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐδεξάμεθα τὴν πρεσβείαν, ἀλλὰ καὶ ὑβρίσαμεν τοὺς ἐλθόντας. Ὁ δὲ οὐδὲ ἐπὶ τούτοις ἡμᾶς διέπτυσεν, ἀλλ' ὥσπερ οἱ σφοδροὶ τῶν ἐραστῶν τῶν καταφρονουμένων, περιῄει πᾶσιν ἐντυγχάνων, τῷ οὐρανῷ, τῇ γῇ, τῷ Ἱερεμίᾳ, τῷ Μιχαίᾳ, οὐχ ἵνα