32
καὶ φησίν· γνωστὸν ἔστω σοι, Ἄμερ, Πετρωνᾶς ἐκεῖνος ὁ πρὸς γένους τοῦ βασιλέως τὸ αἰδέσιμον ἔχων ἐπηύχησε περιθέσθαι σοι πόλεμον· ὅθεν αὐτὸν ἁπάσης τῆς στρατιᾶς ἡγεμονεύειν προσέταξεν. παρ' ᾧ συνήθροισται πᾶς ὁ τῶν θεμάτων στρατὸς καὶ ἐξώπλισται, τὴν κατὰ σοῦ μάχην πραγματευόμενος. τότε Ἄμερ τοῖς ὑπ' αὐτὸν ταξιάρχαις τὸ ἀκουσθὲν παρεγύμνου, τί δρᾶν χρὴ πρὸς τοῦτο διερευνώμενος. οἱ δὲ πρὸς αὐτὸν ὁμοφρόνως εἶπον· τὸ παρ' ἡμῶν γεγονός, ὦ Ἄμερ, κατὰ τῆς ἐπικρατείας Ῥωμαίων ἀνδραγάθημα οὐδεὶς τῶν πρὸ ἡμῶν ἐξειργάσατο. οὐ χρείαν ἔχει πλείονος ἐργασίας, ἀλλ' ἢ παρεῖναι ὁδὸν τὴν πρὸς τὴν χώραν ἡμῶν, δι' ἧς ἀφιξόμεθα. καὶ εἰ μὲν ὁ Πετρωνᾶς διώκων ἡμᾶς καταλάβοι, τηνικαῦτα τούτῳ παραταξόμεθα· εἰ δὲ τοῦτο μὴ συναντήσοι, ἐν τοῖς ἰδίοις πάντως ἀπελευσόμεθα. αὐτὸς δὲ ὁ Ἄμερ ὡς εἴ τις ἄλλος οἰηματίας τελῶν καὶ ὑπέροπλος ἔφη· οὐδαμῶς τὸ παρ' ὑμῶν βουλευθὲν διαπράξομαι, ὡς ἂν μὴ ἐκεῖνος ἐμοὶ δειλίαν καὶ δρασμὸν ἐπιγράψοιτο· διὸ ἄπειμι πρὸς ἀντιπαράταξιν αὐτοῦ. διοδεύσας δὲ ἀπὸ Ἀμινσοῦ ὡσεὶ μίλια ρʹ τῷ Ἀβυσιανῷ καταντᾷ, κατὰ συνορίαν τελοῦντι τῆς τε Παφλαγονίας καὶ τοῦ Ἀρμενιακῶν θέματος, εἰς τὸν χῶρον, ὃς κατωνόμασται Πόρσοντα, ἐν ᾧ ὄρος καθέστηκεν, καθ' ὃ ὁ Ἄμερ ἐσκήνωσεν, ἤτοι τοῦ ὄρους ἐκεῖθεν, καὶ ὁ Πετρωνᾶς ἔνθεν. νυκτὸς δὲ καταλαβούσης στρατηγοὺς ἐκπέμπει τῶν εὐδοκίμων, ἐπαναβεβηκέναι τοῦ ὄρους καὶ ἐγκρατῆσαι αὐτοῦ, ἵνα μὴ τούτου ἐν κατασχέσει γένωνται οἱ πολέμιοι. ταὐτὸ δὴ τοῦτο καὶ ὁ Ἄμερ εἰργάσατο. πρὸς τῇ ἀναβάσει δὲ τοῦ ὄρους συνηντηκότων ἀλλήλοις ὑπερίσχυσεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ἀναβεβηκότας εὐθαρσῶς κατεβίβασεν· ἐφ' ὃ καὶ ὁ Πετρωνᾶς μετὰ τοῦ ὑπ' αὐτὸν παντὸς λαοῦ ἀναβέβηκεν. συμβολῆς δὲ γενομένης τῶν ἑκατέρων μερῶν, ὁ ἐπιβλέπων θεὸς ἐπὶ ταπεινὸν καὶ πρᾶον καὶ τοὺς αὐτοῦ τρέμοντα λόγους, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, τὸν μὲν ἐκραταίωσε, τὸν δὲ ἐσάθρωσεν· καὶ παραυτίκα ὁ Ἄμερ μαχαίρᾳ πεποινηλάτητο, οὗπερ ἀναιρεθέντος ὁ ὑπ' αὐτὸν ἅπας λαὸς διεσκέδαστο καὶ ξίφους ἐγχείρημα γέγονεν, καὶ σχεδὸν ἅπας ἀπώλετο, δίχα τοῦ τούτου υἱοῦ μετὰ ἑκατοντάδος ἀνδρῶν διαπεραιωσαμένου Ἅλυν τὸν ποταμόν· οὗ κατὰ συνάντησιν καθεστὼς ἐν τῷ Χαρσιανοῦ θέματι μεράρχης ὁ Μαχαιρᾶς οὕτω καλούμενος κατέσχεν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, ὥστε παρὰ μικρόν, τοῦ θεοῦ θαυματουργήσαντος ὑψηλῷ ἐν βραχίονι, μὴ περιλειφθῆναί τινα ἐξ αὐτῶν καὶ περὶ τῶν συμβεβηκότων ἀπαγγεῖλαι τοῖς κατὰ τὴν πόλιν αὐτῶν περιοῦσι Σαρακηνοῖς. περὶ τούτου διαγγελθέντος τῷ βασιλεῖ κατὰ τὴν πολιτείαν χαρμονὴ δαψιλὴς διακέχυται, καὶ ὁ Πετρωνᾶς τῇ τῶν μαγίστρων εὐκλείᾳ σεμνύνεται. ὡς δέ τινες, ὅτι καὶ Βάρδας σὺν τῷ ὁμαίμονι τοὺς ἐχθροὺς τροπωσάμενος τὴν τοῦ καίσαρος τότε κληροῦται ἀνάρρησιν, ἐν ἡμέραις τοῦ Πάσχα, ἰνδικτιῶνος ιʹ. 4.16 Ὁ οὖν καθηγεμὼν Βουλγάρων περὶ τούτου ἐπεγνωκὼς καὶ τῷ τοιούτῳ κατατροπωθεὶς εὐτυχήματι πρὸς εἰρηναίαν κατάστασιν ὑποκλίνεται, εἰ καὶ πρὶν ἐθρασύνετο, ἀλλὰ μὴν καὶ λιμῷ οἱ περὶ αὐτὸν πιεζόμενοι, ὅθεν καὶ τὸ Ὁμηρικὸν καθ' ἑαυτούς, ὡς εἰκός, διενενόηντο λόγιον· πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, καὶ τοσοῦτον, ὥστε καὶ τοῦ Χριστιανῶν εὐπειθῶς καταξιωθῆναι βαπτίσματος ἅπαντας, τὸν δὲ αὐτῶν ἀρχηγὸν αἱρετίσασθαι Μιχαὴλ ὠνομάσθαι ἐπὶ τῷ βασιλέως ὀνόματι, ἐκπεμφθέντων ἐκεῖσε ἀρχιερέων τινῶν ἐλλογίμων τὰ τῆς Χριστιανικῆς πίστεως ἐγκρατύνασθαι. 4.17 Περὶ πολλοῦ δὲ τῷ καίσαρι Βάρδᾳ ἡ σοφία πεφιλοτίμητο, κἂν τῶν πολλῶν πρὸς ἐπίδειξιν ἐμεμέλητο. συναθροίζει σοφοὺς κατὰ τὴν Μαγναύραν, ὧν τοὺς μὲν φιλοσοφίας <καὶ> γεωμετρίας, τοὺς δὲ ἑτέρους ἀστρονομίας, ἄλλους γραμματικῆς ἀντιποιουμένους ἐγκαταστήσας προῖκα διδάσκειν τοὺς προσιόντας <παρεκελεύσατο>. καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἐπιμελείας ἐν τούτῳ διείργαστο, ὡς Λέοντα τὸν πάνυ φιλόσοφον κατὰ τὴν φιλοσοφίαν ἐντάξαι διδάσκαλον, καὶ τὸν αὐτοῦ φοιτητὴν ἐν γεωμετρίᾳ Θεόδωρον, καὶ ἐν ἀστρονομίᾳ Θεοδήγιον, ἔν τε